| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Βάττος |
| Παρμενίσκου, Εὔβουλος Θήρωνος εἶπαν· | |
| ἐπειδὴ Τιμοφάνης Ἀρχεπόλιος Φασηλί- | |
| της ἔν τε τοῖς πρότερον χρόνοις εὔνους | |
| 5 | καὶ πρόθυμος ὢν διετέλει καὶ κοινῆι τὸν |
| δῆμον εὐεργετῶν καὶ ἰδίαι τοῖς | |
| ἐντυγχάνουσι τῶμ πολιτῶν καὶ κατα- | |
| βεβηκότων ἡμῶν εἰς τὴμ πόλιν χρήσιμον | |
| αὑτὸμ παρέχεται καὶ κοινῆι τῶι δήμωι καὶ | |
| 10 | ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν |
| διαφυλάσσωμ μὲν τὴν εὔνοιαν ἐν- | |
| δεικνύμενος δὲ τὴν αὑτοῦ πρὸς τὸν | |
| δῆμον προθυμίαν, δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν Τιμοφάνην | |
| 15 | Ἀρχεπόλιος ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν |
| ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων | |
| καὶ εἶναι αὐτὸμ πρόξενον καὶ εὐεργέτην | |
| τοῦ δήμου, δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν | |
| ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ | |
| 20 | φυλὴγ καὶ χιλιαστὺγ καὶ ἑκατοστὺγ καὶ |
| γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
| ἄλλους Σαμίους, ὑπάρχειν δ’ αὐτῶι καὶ | |
| ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμ[ον] | |
| ἄν του δέηται πρώτωι μετὰ τὰ ἱερ[ὰ καὶ τὰ] | |
| 25 | βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ[λουν ἀσυλεὶ] |
| καὶ ἀσπονδεὶ καὶ ἐμ πολ̣έμ̣[ωι καὶ εἰρήνηι,] | |
| ταῦτα δ’ εἶναι καὶ αὐτ[ῶι καὶ ἐγγόνοις. τὸ δὲ] | |
| ψήφισμα τόδε ἀν[αγράψαι εἰς στήλην] | |
| λιθίνηγ καὶ στ[ῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας.] | |
| 30 | τῆς δὲ ἐπ[ικληρώσεως καὶ τῆς ἀναγραφῆς] |
| ἐπιμε[ληθῆναι τὸν γραμματέα τῆς βουλῆς.] |
Samos
66