[ ] MDAI(A) 1919, 9-10, no. 5L
See also:
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Βάττος
Παρμενίσκου, Εὔβουλος Θήρωνος εἶπαν·
ἐπειδὴ Τιμοφάνης Ἀρχεπόλιος Φασηλί-
της ἔν τε τοῖς πρότερον χρόνοις εὔνους
5 καὶ πρόθυμος ὢν διετέλει καὶ κοινῆι τὸν
δῆμον εὐεργετῶν καὶ ἰδίαι τοῖς
ἐντυγχάνουσι τῶμ πολιτῶν καὶ κατα-
βεβηκότων ἡμῶν εἰς τὴμ πόλιν χρήσιμον
αὑτὸμ παρέχεται καὶ κοινῆι τῶι δήμωι καὶ
10 ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν
διαφυλάσσωμ μὲν τὴν εὔνοιαν ἐν-
δεικνύμενος δὲ τὴν αὑτοῦ πρὸς τὸν
δῆμον προθυμίαν, δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν Τιμοφάνην
15 Ἀρχεπόλιος ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν
ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων
καὶ εἶναι αὐτὸμ πρόξενον καὶ εὐεργέτην
τοῦ δήμου, δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν
ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ
20 φυλὴγ καὶ χιλιαστὺγ καὶ ἑκατοστὺγ καὶ
γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς
ἄλλους Σαμίους, ὑπάρχειν δ’ αὐτῶι καὶ
ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμ[ον]
ἄν του δέηται πρώτωι μετὰ τὰ ἱερ[ὰ καὶ τὰ]
25 βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ[λουν ἀσυλεὶ]
καὶ ἀσπονδεὶ καὶ ἐμ πολ̣έμ̣[ωι καὶ εἰρήνηι,]
ταῦτα δ’ εἶναι καὶ αὐτ[ῶι καὶ ἐγγόνοις. τὸ δὲ]
ψήφισμα τόδε ἀν[αγράψαι εἰς στήλην]
λιθίνηγ καὶ στ[ῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας.]
30 τῆς δὲ ἐπ[ικληρώσεως καὶ τῆς ἀναγραφῆς]
ἐπιμε[ληθῆναι τὸν γραμματέα τῆς βουλῆς.]
Search Help