1 | Πώλωι Σωσιγένους Αἰγινήτηι. |
ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Δημά- | |
ρετος Δημέου εἶπεν· ἐπειδὴ Πῶλος | |
Σωσιγένους Αἰγινήτης ἔν τε τοῖς πρότε- | |
5 | ρον χρόνοις εὔνους καὶ πρόθυμος ὢν διε- |
τέλει περὶ τὴμ πόλιν καὶ νῦν τοῦ δήμου ψη- | |
φισαμένου ἄγειν ἡμᾶς ἐπὶ τοῖς εὐαγγελίοις | |
Ἀντιγόνεια καὶ Δημητρίεια καὶ τῶμ πρεσβευ- | |
τῶμ παραγενομένωμ πρὸς αὐτὸν μισθῶν τε | |
10 | ἐλασσόνων συνεχώρησεν ὑποκρινεῖσθαι τῶι |
δήμωι καὶ τὰ μὲν ἐκ τοῦ θεάτρου γενόμενα | |
ἐκομίσατο, τὸ δὲ λοιπὸν ἐπέσχηκε τῆι πόλει | |
καθότι ὁ δῆμος ἠξίωσεν αὐτὸν, δεδόχθαι τῆ- | |
[ι] βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι μὲν Πῶλον | |
15 | ἀρετῆς ἕνεκε καὶ προθυμίας, ἣμ παρέσχηται τ- |
ῶι δήμωι καὶ εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελεία- | |
ς τυγχάνειμ παρὰ τοῦ δήμου, δεδόσθαι δὲ αὐτῶι | |
καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσα- | |
ι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺ- | |
20 | ν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλου- |
ς Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξενον τοῦ | |
δήμου, εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλου- | |
[ν] καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον- | |
δεί, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴγ | |
25 | [κα]ὶ τὸν δῆμον ἄν του δέηται πρώτωι μετὰ τὰ ἱερὰ κα- |
ὶ [τ]ὰ βασιλικά, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τ- | |
οῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις ἄγηι πᾶσιν, εἶναι δὲ ταῦτα | |
καὶ αὐτῶι καὶ ἐκγόνοις, στεφανῶσαι δὲ Πῶλον θαλλ- | |
οῦ στεφάνωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγ- | |
30 | γελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην μετὰ τ- |
οῦ δημιουργοῦ. τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς | |
στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρ- | |
ας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ- | |
πιμεληθῆναι τὸν γραμματέα τῆς βουλῆς. | |
35 | ἔλαχε φυλὴν Χησιεῖς, χιλιαστὺς Οἴνωπες, |
γένος καὶ ἑκατοστὺς Ἑλανδρίδαι. |
Samos
55