| 1 | Πώλωι Σωσιγένους Αἰγινήτηι. |
| ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Δημά- | |
| ρετος Δημέου εἶπεν· ἐπειδὴ Πῶλος | |
| Σωσιγένους Αἰγινήτης ἔν τε τοῖς πρότε- | |
| 5 | ρον χρόνοις εὔνους καὶ πρόθυμος ὢν διε- |
| τέλει περὶ τὴμ πόλιν καὶ νῦν τοῦ δήμου ψη- | |
| φισαμένου ἄγειν ἡμᾶς ἐπὶ τοῖς εὐαγγελίοις | |
| Ἀντιγόνεια καὶ Δημητρίεια καὶ τῶμ πρεσβευ- | |
| τῶμ παραγενομένωμ πρὸς αὐτὸν μισθῶν τε | |
| 10 | ἐλασσόνων συνεχώρησεν ὑποκρινεῖσθαι τῶι |
| δήμωι καὶ τὰ μὲν ἐκ τοῦ θεάτρου γενόμενα | |
| ἐκομίσατο, τὸ δὲ λοιπὸν ἐπέσχηκε τῆι πόλει | |
| καθότι ὁ δῆμος ἠξίωσεν αὐτὸν, δεδόχθαι τῆ- | |
| [ι] βουλῆι καὶ τῶι δήμωι· ἐπηινῆσθαι μὲν Πῶλον | |
| 15 | ἀρετῆς ἕνεκε καὶ προθυμίας, ἣμ παρέσχηται τ- |
| ῶι δήμωι καὶ εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελεία- | |
| ς τυγχάνειμ παρὰ τοῦ δήμου, δεδόσθαι δὲ αὐτῶι | |
| καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσα- | |
| ι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺ- | |
| 20 | ν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλου- |
| ς Σαμίους, εἶναι δὲ αὐτὸν καὶ πρόξενον τοῦ | |
| δήμου, εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκπλου- | |
| [ν] καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον- | |
| δεί, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴν βουλὴγ | |
| 25 | [κα]ὶ τὸν δῆμον ἄν του δέηται πρώτωι μετὰ τὰ ἱερὰ κα- |
| ὶ [τ]ὰ βασιλικά, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τ- | |
| οῖς ἀγῶσιν οἷς ἂν ἡ πόλις ἄγηι πᾶσιν, εἶναι δὲ ταῦτα | |
| καὶ αὐτῶι καὶ ἐκγόνοις, στεφανῶσαι δὲ Πῶλον θαλλ- | |
| οῦ στεφάνωι Διονυσίων τραγωιδοῖς, τῆς δὲ ἀναγ- | |
| 30 | γελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην μετὰ τ- |
| οῦ δημιουργοῦ. τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς | |
| στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρ- | |
| ας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ- | |
| πιμεληθῆναι τὸν γραμματέα τῆς βουλῆς. | |
| 35 | ἔλαχε φυλὴν Χησιεῖς, χιλιαστὺς Οἴνωπες, |
| γένος καὶ ἑκατοστὺς Ἑλανδρίδαι. |
Samos
55