[ ] MDAI(A) 1919, 7-8, no. 5I
See also:
1 [Ὁ]ρι[σμῶι Δαμασιστρ]άτ[ου Ἐ]λαΐτηι.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι,
Μηλοῦχος Μύωνος εἶπεν· ἐπειδὴ
Ὁρισμὸς Δαμασιστράτου Ἐλαΐτης
5 φευγόντων ἡμῶν εὔνους καὶ πρόθυ-
μος ὢν διετέλει καὶ πολλοῖς τῶν
πολιτῶν παραγινομένοις καὶ κατε-
ληλυθότων ἡμῶν εἰς τὴμ πόλιν δια-
τρίβων παρὰ τῶι βασιλεῖ Δημητρίωι τοῖς
10 παραγινομένοις πρὸς αὐτὸν τῶν πολι-
τῶν χρήσιμον αὑτὸν παρέχεται πράσ-
[σ]ων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπαινέσαι Ὁρισμὸν Δαμα-
σιστράτου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν
15 ἔχων διατελεῖ περὶ τὸν δῆμον καὶ εἶναι αὐ-
τὸν πρόξενον τῆς πόλεως, δεδόσθαι δὲ
αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐ-
πικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλι-
αστὺν καὶ ἑκατοστὺν καὶ γένος καθό
20 τι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐ-
τῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ
ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι,
ταῦτα δ’ εἶναι καὶ αὐτῶι καὶ ἐγγόνοις.
τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στή-
25 λην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς
Ἥρας· τῆς δὲ ἐπικληρώσεως καὶ τὴς ἀνα-
γραφῆς ἐπιμεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς.
Search Help
Contact Us