1 | [Ὁ]ρι[σμῶι Δαμασιστρ]άτ[ου Ἐ]λαΐτηι. |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, | |
Μηλοῦχος Μύωνος εἶπεν· ἐπειδὴ | |
Ὁρισμὸς Δαμασιστράτου Ἐλαΐτης | |
5 | φευγόντων ἡμῶν εὔνους καὶ πρόθυ- |
μος ὢν διετέλει καὶ πολλοῖς τῶν | |
πολιτῶν παραγινομένοις καὶ κατε- | |
ληλυθότων ἡμῶν εἰς τὴμ πόλιν δια- | |
τρίβων παρὰ τῶι βασιλεῖ Δημητρίωι τοῖς | |
10 | παραγινομένοις πρὸς αὐτὸν τῶν πολι- |
τῶν χρήσιμον αὑτὸν παρέχεται πράσ- | |
[σ]ων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι· ἐπαινέσαι Ὁρισμὸν Δαμα- | |
σιστράτου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν | |
15 | ἔχων διατελεῖ περὶ τὸν δῆμον καὶ εἶναι αὐ- |
τὸν πρόξενον τῆς πόλεως, δεδόσθαι δὲ | |
αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐ- | |
πικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλι- | |
αστὺν καὶ ἑκατοστὺν καὶ γένος καθό | |
20 | τι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐ- |
τῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ | |
ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, | |
ταῦτα δ’ εἶναι καὶ αὐτῶι καὶ ἐγγόνοις. | |
τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στή- | |
25 | λην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς |
Ἥρας· τῆς δὲ ἐπικληρώσεως καὶ τὴς ἀνα- | |
γραφῆς ἐπιμεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς. |
Samos
40