| 1 | [Ὁ]ρι[σμῶι Δαμασιστρ]άτ[ου Ἐ]λαΐτηι. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, | |
| Μηλοῦχος Μύωνος εἶπεν· ἐπειδὴ | |
| Ὁρισμὸς Δαμασιστράτου Ἐλαΐτης | |
| 5 | φευγόντων ἡμῶν εὔνους καὶ πρόθυ- |
| μος ὢν διετέλει καὶ πολλοῖς τῶν | |
| πολιτῶν παραγινομένοις καὶ κατε- | |
| ληλυθότων ἡμῶν εἰς τὴμ πόλιν δια- | |
| τρίβων παρὰ τῶι βασιλεῖ Δημητρίωι τοῖς | |
| 10 | παραγινομένοις πρὸς αὐτὸν τῶν πολι- |
| τῶν χρήσιμον αὑτὸν παρέχεται πράσ- | |
| [σ]ων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι Ὁρισμὸν Δαμα- | |
| σιστράτου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν | |
| 15 | ἔχων διατελεῖ περὶ τὸν δῆμον καὶ εἶναι αὐ- |
| τὸν πρόξενον τῆς πόλεως, δεδόσθαι δὲ | |
| αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐ- | |
| πικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλι- | |
| αστὺν καὶ ἑκατοστὺν καὶ γένος καθό | |
| 20 | τι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐ- |
| τῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ | |
| ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, | |
| ταῦτα δ’ εἶναι καὶ αὐτῶι καὶ ἐγγόνοις. | |
| τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στή- | |
| 25 | λην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς |
| Ἥρας· τῆς δὲ ἐπικληρώσεως καὶ τὴς ἀνα- | |
| γραφῆς ἐπιμεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς. |
Samos
40