| 1 | Γύγεω τοῦ Μενεσθέως |
| Τορωναίου. | |
| ἔδοξε τῶι δήμωι, Διονύσιος | |
| Λεοντίσκου εἶπεν· ἐπειδὴ | |
| 5 | [ε]ἰσαγαγὼν ἔχει Γύγης |
| Μενεσθέως Τορωναῖος | |
| πυρῶν μεδίμνους τρισχιλί- | |
| ους κατὰ τὸν νόμον, δεδό- | |
| χθαι τῶι δήμωι· ἐπαινέσαι | |
| 10 | τε αὐτὸν καὶ δεδόσθαι αὐτῶι |
| πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίηι | |
| καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ ἐπ̣[ι]- | |
| κληρῶσαι αὐτὸν ἐπὶ φυλὴν | |
| καὶ χιλιαστὺν καὶ ἑκατο- | |
| 15 | στὺν καὶ γένος καθότι καὶ |
| [το]ὺς ἄλλους πολίτας. | |
| [τὸ δὲ ψήφ]ισμα τό[δ]ε ἀναγρά- | |
| [ψαι εἰς στήλην λιθίνην] καὶ [—] |
Samos
36