| 1 | ἔδοξε[ν τ]ῆι βουλῆι καὶ τῶι δή- |
| μωι, Ἐπ[ί]κουρος Δράκοντος | |
| εἶπεν. ἐπειδὴ Γόργος καὶ Μ- | |
| ιννέων Θεοδότου Ἰασεῖς κα- | |
| 5 | λοὶ καὶ ἀγαθοὶ γεγένηνται |
| περὶ Σαμίους ἐν τῆι φυγῆι, καὶ | |
| διατρίβων Γόργος παρὰ Ἀλεξάν- | |
| δρωι πολλὴν εὄνοιαν καὶ [προ]θυμί- | |
| αν παρείχετο περὶ τὸν δῆμο[ν τ]ὸν Σα- | |
| 10 | μίων σπουδάζων, ὅπως ὅτ[ι τ]άχος |
| Σάμιοι τὴμ πατρίδα κομίσαιντο, καὶ ἀ- | |
| ναγγείλαντος Ἀλεξάνδρου ἐν τῶι | |
| στρατοπέδωι, ὅτι Σάμον ἀποδιδοῖ | |
| Σαμίοις, καὶ διὰ ταο͂τα αὀτὸν τῶν Ἑ- | |
| 15 | λλήνων στεφανωσάντων ἐστ- |
| εφάνωσε καὶ Γόργος καὶ ἐπέστε[ι]- | |
| λε εἰς Ἴασον πρός τοὺς ἄρχοντα- | |
| ς, ὅπως οἱ κατοικοῦντες Σαμίω[ν] | |
| ἐν Ἰάσωι, ὅταν εἰς τὴν πατρίδα κατί- | |
| 20 | ωσιν, ἀτελῆ τὰ ἑαοτῶν ἐξάξον- |
| ται καὶ πορεία αὀτοῖς δοθήσεται, τὸ ἀ- | |
| νάλωμα τῆς πόλεως τῆς Ἰασέων | |
| παρεχούσης, καὶ νῦν ἐπαγγέλλον- | |
| ται Γόργος καὶ Μινίων ποιήσειν ὅ τι | |
| 25 | ἂν δύνωνται ἀγαθὸν τὸν δῆμον τὸ- |
| ν Σαμίων, δεδόκχθαι τῶι δήμωι δε- | |
| δόσθαι αὀτοῖς πολιτείαν ἐπ’ ἴσηι | |
| καὶ ὁμοίηι καὶ αὀτοῖς καὶ ἐκγόνοις | |
| καὶ ἐπικληρῶσαι αὀτοὺς ἐπὶ φυλὴν κ- | |
| 30 | αὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γέ- |
| νος καὶ ἀναγράψαι εἰς τὸ γένος, ὃ ἂ- | |
| ν λάχωσιν, καθότι καὶ τοὺς ἄλλου- | |
| ς Σαμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμε- | |
| ληθῆναι τοὺς πέντε τοὺς ηἱρη- | |
| 35 | μένους, τὸ δὲ ψήφισμα τόδε ἀνα- |
| γράψαι εἰς στήλην λιθίνην καὶ στῆ- | |
| σαι <ἐ>ν τῶι ἱερῶι τῆς Ἥρας, τὸν δὲ [τα]- | |
| μίαν ὑπηρετῆσαι. |
Samos
35