| 1 | [— ἐπειδὴ Εὔφημο]ς Παυσανίου νεωκό[ρος] |
| [— ἀ]ν[ὴρ] κ[α]λὸς καὶ ἀγα[θὸς ὢν] | |
| [εἰς τ]ὸ[ν οἶκ]ον τ[ὸν ἱερὸν] καὶ εἰς τὸν δῆμον καὶ ἰδί[αι ἑ]- | |
| [κάστ]ωι τῶμ πο[λιτῶν δι]ατελεῖ, δεδόχθαι τῶι δ[ή]- | |
| 5 | [μωι ἐ]πηινῆσθαί [Εὔφημο]ν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας |
| [ἣν ἔχ]ων διατελεῖ εἴς τε τὸν οἶκον τὸν ἱερὸν καὶ εἰς τὸ[ν] | |
| [δῆμον] καὶ στεφανωθῆναι αὐ[τ]ὸν ἐν τοῖς πρώτοις Διον[υ]- | |
| [σίοις χρ]υσέωι στεφάνωι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόν[α ὅ]- | |
| [που ἂν ἐ]ν τῶι ἱερῶι τοῦ Ἄνακτος βούληται, [το]ὺς δὲ οἰ[κο]- | |
| 10 | [νόμους το]ὺς μετὰ Τόννιον ὑπηρε[τῆ]σαι τὸ ε[ἰς] τὴν ε[ἰκόνα] |
| [ἀνήλωμα ἐκ τῶ]ν πόρων ὧν ἔχουσιν εἰς πόλεως διοίκησ[ιν·] | |
| [λελύσθαι δὲ] καὶ εἴ τι ψήφισ[μ]α ἐναντίον ἐστὶν τῶιδ[ε] | |
| [τῶι ψηφίσματ]ι κατ’ αὐτὸ το[ῦ]το καθ’ ὅ ἐστιν ἐναντίον. | |
| [ψῆφοι ἐπηνέχθησ]αν τρισχίλιοι πεντακόσιοι ὀγδο[ή]- | |
| 15 | κοντα. |
Samos
33*5