1 | [Ἐπι]νωίδηι [Εὐδ]ήμου Ἡρακλε̣[ώτει] |
ἔδοξε τῆ̣ι̣ βουλῆι καὶ τῶι δήμωι, Λυσαγό- | |
ρας Καίο[υ] εἶπ̣εν· ἐπειδὴ Ἐπινωίδης Εὐ̣δή- | |
μου Ἡρακλεώτης ἔν τε τοῖς πρότερον vacat | |
5 | χρόνοις [ε]ὔνους καὶ πρόθυμος ὢν διετέ- |
[λει καὶ κοι]νῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυν- | |
[χάνουσι τ]ῶν πολιτῶν χρείαν παρεχόμε- | |
[νος καὶ κατε]λ̣ηλυθότων ἡμῶν εἰς τὴν vacat | |
[πόλιν τὴν αὐτή]ν v1 εὔνοιαν διαφυλάσσει | |
10 | [τῶι δήμωι καὶ τῶ]ν πολιτῶν τοῖς ἐντυγχά- |
[νουσι πᾶσαν χρε]ίαν παρεχόμενος διατε- | |
[λεῖ, πράσσων τὰ σ]υμφέροντα τῶι δήμωι | |
[τῶι Σαμίων, δεδόχθ]αι τῆι βουλῆι καὶ τῶι | |
[δήμωι· ἐπηινῆσθαι μ]ὲν Ἐπινωίδην ἀρετῆς | |
15 | [ἕνεκε καὶ εὐνοίας ἣν] ἔχων διατελεῖ εἰς τὸν |
[δῆμον καὶ εἶναι αὐτὸ]ν εὐεργέτην καὶ πρό- | |
[ξενον τοῦ δήμου· δ]ε̣δόσθαι δὲ αὐτῶι καὶ | |
[πολιτείαν ἐφ’ ἴσ]ηι καὶ [ὁ]μοίαι καὶ ἐπικληρῶσα[ι] | |
[αὐτὸν ἐπὶ φυ]λὴν καὶ χιλιαστὺν καὶ ἑκα- | |
20 | [τοστὺν] κ̣αὶ γένος καὶ ἀναγράψαι καθότι κα[ὶ] |
[τοὺ]ς ἄλλους Σαμίους· δεδόσθαι δὲ αὐτῶ[ι] | |
καὶ προεδρίαν ἐν το[ῖ]ς̣ ἀγῶσιν οἷς ἂν ἡ πόλ[ις] | |
ἄγηι πᾶσιν· ὑπάρχει[ν] δὲ αὐτῶι καὶ τὰ ἄλλα | |
πάντα ὅσα καὶ τοῖς [ἄλ]λοις εὐεργέταις ὅπω̣[ς] | |
25 | ἂν ἅπαντες εἰδῶ[σιν] οἱ προαιρο[ύμενοι τὴν] |
πόλιν εὐε[ργετεῖν, ὅτι χάριτας ἐπίσταται ὁ δῆ]- | |
μος ἀπ[οδιδόναι τοῖς εὐεργέταις· ταῦτα δὲ] | |
εἶν[αι καῖ αὐτῶι καὶ ἐκγόνοις —] |
Samos
33