1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Μόλπος |
Πυθαγόρου καὶ Ἀμφίδοκο[ς Σ]κύθωνος | |
ε̣ἶ[π]αν, ἐπειδὴ Δήμαρχος Τάρωνος | |
Λύκιος ἔν τε τῆι φυγῆι εὔνους καὶ πρό- | |
5 | θυμος ὢν διετέλει τῶι δήμωι τῶι Σαμ- |
ίων καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν | |
πολιτῶν χρήσιμον ἑαυτὸν παρείχε- | |
το καὶ νῦν διατρίβων παρὰ τῆι βασιλίσ- | |
[σ]ηι Φίλαι καὶ τεταγμένος ἐπὶ τῆς φυ- | |
10 | λακῆς εὔνουν καὶ πρόθυμον ἑαυτὸν |
παρέχεται εἴς τε τὰς τοῦ δήμου χρεί- | |
ας καὶ ὧν ἄν τις ἰδίαι τῶν πολιτῶν δε- | |
όμενός του τύχηι, δεδόχθαι τῆι βουλῆι | |
ἐπαινέσαι μὲν Δήμαρχον ἀρετῆς ἕνε- | |
15 | κε καὶ προθυμίας, ἣν ἔχων διατελεῖ |
πρὸς τὸν δῆμον τὸν Σαμίων, [κα]ὶ εἶναι | |
αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυνχά- | |
νειν, ἄν του δέηται τοῦ δήμου, ἐπιμε- | |
λεῖσθαι δ’ αὐτοῦ καὶ τὰς συναρχίας ἀ- | |
20 | εὶ τὰς ἐνεστώσας, ἄν τινος τυνχά- |
νηι χρείαν ἔχων, εἶναι δ’ αὐτῶι καὶ ἔφο- | |
δον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἄν | |
του δέηται, πρώτωι μετὰ τὰ ἱερὰ καὶ τὰ βα- | |
σιλικά, δεδόσθαι δ’ αὐτῶι καὶ πο[λ]ιτεί- | |
25 | αν καὶ ἐνγόνοις ἐφ’ ἴσηι καὶ ὁμοίαι, εἶναι |
δ’ αὐτὸν καὶ εὐεργέτην καὶ πρόξενον | |
τοῦ δήμου, ἐπικληρῶσαι δ’ αὐτὸν καὶ ἐ[πὶ] | |
φυλὴν καὶ ἑκατοστὺν καὶ γένος κ[αθό]- | |
τι καὶ τοὺς ἄλλους Σαμίους, τῆς δ[ὲ ἐπι]- | |
30 | κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐ[πι]- |
μεληθῆναι τὸν γραμματέα τ[ῆς βου]- | |
λῆς, τὸ δὲ ψήφισμα τόδε ἀναγρ[άψαι] | |
εἰ[ς] στήλην λιθίνην καὶ στῆσαι εἰ[ς τὸ ἱε]- | |
ρὸν τῆς Ἥρας. |
Samos
22