1 | vacat Βατίχου Κώιου. |
ἔδοξε τῆι βουλῆι κ[αὶ] τῶι δήμωι, | |
Πάμφιλος Κριτοδήμου εἶπεν· ἐπειδὴ | |
Βάτιχος <Σ>ωνίκου Κῶιος ἐν τῆι φυγῆι χρή- | |
5 | σιμος καὶ εὄ[νους ἐ]ν ἅπαντι καιρῶι τῶι δήμ- |
ωι τῶι Σαμ[ίω]ν καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι- | |
ν διετέλει προθύμως ὑπηρετῶν καὶ νῦν | |
ἐπαγγέλλ[ετ]αι π[οι]ήσειν ἀγαθὸν ὅτι ἂν δύ- | |
νηται τὸν δῆμον [τὸ]ν Σαμίων, δεδόχθαι | |
10 | τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι τε |
Βάτιχον Σωνίκου εὐνοίας ἕνεκα καὶ πρ- | |
οθυμίας ἣν ἔχων διατελεῖ περὶ Σαμίους | |
καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτ- | |
ην τοῦ δήμου τοῦ Σαμίων, εἶναι δὲ αὐτῶι | |
15 | καὶ ἔκπλουν καὶ εἴσπ<λ>ουν καὶ ἐν εἰρήνηι καὶ |
ἐν πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔφοδ- | |
ον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον ὑπ<ὲ>ρ ὧν ἂ<ν> | |
δείηται πρώτωι <⁶¹μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικά,>⁶¹[⁵¹—]⁵¹ | |
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴ- | |
20 | σηι καὶ ὁμοίηι καὶ αὐτῶι καὶ ἐκγόνοις |
καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ | |
χιλιαστὺ<ν> καὶ ἑκατοστὺν καὶ γέν- | |
ος καὶ προσαναγράψαι εἰς τὸ γένος | |
ὃ ἂν λάχηι καθότι καὶ τοὺς ἄλλους πο- | |
25 | λίτας. τῆς δὲ ἀναγραφῆς ἐπιμεληθῆν- |
αι τοὺς ἐπὶ τῆι ἀνα․․ε․4․․ |
Samos
20