1 | ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι |
ἀπιόντος· ἐκκλησίας νομαίας οὔσης· | |
ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου | |
καὶ ὀμόσαντος κατὰ τὸν νόμον. ψήφισ- | |
5 | μα παρά Λεβεδίων. ἔδοξεν τῆι βουλῆι |
καὶ τῶι δήμωι· γνώμη τιμούχων· ἐπειδὴ | |
τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς | |
Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως | |
ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν | |
10 | καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι |
τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν | |
ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου, | |
ὅς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν, | |
τὰς δὲ ἐδίκασεν ὀρθῶς καὶ δικαίως καὶ τοῖς νό- | |
15 | μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν |
δὲ καὶ γραμματέα Ἀντίπατρον, ὅς ἀφικόμενος ἐπε- | |
[τέλ]ει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ- | |
[ρέσ]ε̣ι̣· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα- | |
[ρίστως τοῖ]ς ἀξίοις τῶν ἀνδρῶν, προτρέπωνται δὲ καὶ οἱ | |
20 | [λοιποὶ εἰς τὰ παρα]κ̣α̣λ̣ούμενα προθύμους ἑαυτοὺς ἐπι- |
[διδόναι· δεδόχθαι τῆι βουλ]ῆ̣ι καὶ τῶι δήμωι· ἐπηινῆσθαι | |
[μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐξ]α̣ποστεῖλαι ἡμῖν | |
[—]ΟΥΣ̣Ε |
Samos
14