[ ] Hellenica 11-12, 204-13
See also:
1 ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι
ἀπιόντος· ἐκκλησίας νομαίας οὔσης·
ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου
καὶ ὀμόσαντος κατὰ τὸν νόμον. ψήφισ-
5 μα παρά Λεβεδίων. ἔδοξεν τῆι βουλῆι
καὶ τῶι δήμωι· γνώμη τιμούχων· ἐπειδὴ
τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς
Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως
ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν
10 καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι
τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν
ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου,
ὅς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν,
τὰς δὲ ἐδίκασεν ὀρθῶς καὶ δικαίως καὶ τοῖς νό-
15 μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν
δὲ καὶ γραμματέα Ἀντίπατρον, ὅς ἀφικόμενος ἐπε-
[τέλ]ει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ-
[ρέσ]ε̣ι̣· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα-
[ρίστως τοῖ]ς ἀξίοις τῶν ἀνδρῶν, προτρέπωνται δὲ καὶ οἱ
20 [λοιποὶ εἰς τὰ παρα]κ̣α̣λ̣ούμενα προθύμους ἑαυτοὺς ἐπι-
[διδόναι· δεδόχθαι τῆι βουλ]ῆ̣ι καὶ τῶι δήμωι· ἐπηινῆσθαι
[μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐξ]α̣ποστεῖλαι ἡμῖν
[—]ΟΥΣ̣Ε
Search Help
Contact Us