| 1 | ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι |
| ἀπιόντος· ἐκκλησίας νομαίας οὔσης· | |
| ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου | |
| καὶ ὀμόσαντος κατὰ τὸν νόμον. ψήφισ- | |
| 5 | μα παρά Λεβεδίων. ἔδοξεν τῆι βουλῆι |
| καὶ τῶι δήμωι· γνώμη τιμούχων· ἐπειδὴ | |
| τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς | |
| Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως | |
| ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν | |
| 10 | καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι |
| τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν | |
| ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου, | |
| ὅς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν, | |
| τὰς δὲ ἐδίκασεν ὀρθῶς καὶ δικαίως καὶ τοῖς νό- | |
| 15 | μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν |
| δὲ καὶ γραμματέα Ἀντίπατρον, ὅς ἀφικόμενος ἐπε- | |
| [τέλ]ει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ- | |
| [ρέσ]ε̣ι̣· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα- | |
| [ρίστως τοῖ]ς ἀξίοις τῶν ἀνδρῶν, προτρέπωνται δὲ καὶ οἱ | |
| 20 | [λοιποὶ εἰς τὰ παρα]κ̣α̣λ̣ούμενα προθύμους ἑαυτοὺς ἐπι- |
| [διδόναι· δεδόχθαι τῆι βουλ]ῆ̣ι καὶ τῶι δήμωι· ἐπηινῆσθαι | |
| [μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐξ]α̣ποστεῖλαι ἡμῖν | |
| [—]ΟΥΣ̣Ε |
Samos
14