Honorary decree of boul[e] and demos of Priene for Menares
Gelonos for his behavior in war against Miletos; III; found at
Priene: *IPriene 26.
| 1 | [μηνὸς Βοηδρ]ο[μ]ιῶ[νος —] |
| [․c.5․ Καλ]λικράτους εἶπεν· ἐπ[ειδὴ] | |
| [Με]νάρης Γέλωνος πολίτης ὢ[ν ἔν] | |
| τ̣ε ταῖς ἄλλαις χρείαις πᾶσ[αν προ]- | |
| 5 | θυμίαν ἐνδείκνυται καὶ̣ [ἐν τῶι πο]- |
| λέμωι τῶι γενομένωι ἡμ[ῖν πρὸς Μι]- | |
| λησίους ἀνὴρ καλὸς κα[ὶ ἀγαθὸς ἐγε]- | |
| νήθη, δεδόχθαι τῆι βουλ̣[ῆι καὶ τῶι] | |
| δήμωι· ἐπηινῆσθαί τ[ε] α̣ὐτὸ[ν καὶ στε]- | |
| 10 | φανῶσαι στεφάνωι χ̣ρυσέω[ι καὶ εἶ]- |
| ναι αὐτῶι ἀτέλειαν τοῦ σῶματος | |
| καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν καὶ | |
| σίτησιν ἐμ πρυτανείωι· ταῦτα δὲ | |
| ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγόνοις, | |
| 15 | ὅπως ἂν εἰδῶσι καὶ οἱ λοιποὶ πολῖτα[ι,] |
| διότι ὁ δῆμος ὁ Πριηνέων δύνατ[αι] | |
| τιμᾶν τοὺς καλοὺς κα[ὶ ἀγαθοὺς] | |
| περὶ τὴμ πα̣τ̣[ρίδα γενομένους] |