Honorary decree of boule and demos of Priene for Megabyxos Megabyxou of Ephesos; c. 334 BC; found at Priene: *IPriene 3; Syll3 282II; **Wackernagel, Hermes 58, 1923, 462-4 (ll. 4, 5, 17).  
[ ] IPri 3
See also:
1 [ἔ]δοξε τῆι βουλῆι καὶ τῶ̣ι δήμ[ωι,]
[ἐπ]ὶ στεφανηφόρου Φορμίωνος, μηνὸς Μετ[αγει]-
[τν]ι[ῶ]νος τετράδι ἱσταμένου, τιμαιρεσίαις [ἐν κυρίωι]
[σ]υλλόγωι, Πριηνέων αὐτονόμων ἐόντων· Μεγ̣[άβυξον]
5 [Μ]εγαβύξου πε[ρί] τε τὰ ἄλλα πρόθ̣υμον ἐόν[τα καὶ]
εὔνουν τῶι δήμωι καὶ περὶ τοῦ ναοῦ τῆς [Ἀθηνᾶς]
τὴν συντέλεσιν πᾶσαν προθυμίαν π[οιησάμε]-
ν̣ον ἐστεφανῶσθαι ὑπὸ τοῦ δήμου χρυ[σ]ῶι στε[φάνωι]
καὶ εἰκόνι χαλκῆι ὡς καλλίστηι, καὶ εἶναι αὐ[τ]ὸν πρόξ̣[ενον]
10 καὶ εὐεργέ̣την τοῦ δήμ̣ου, δεδόσθ̣αι δὲ α̣ὐτῶι ἀτ[έλειαν]
μὲν καὶ τὰ ἄλλα καθότι καὶ τοῖς ἄλλοις π̣ροξένοι[ς καὶ]
εὐεργέταις, γῆς δὲ ἔγκτησιν ἄχρι τα̣λ̣άντων π̣[έντε,]
ἀπεχούσης τῶν ὅρων τῶν πρὸς τ[ὴ]ν Ἐφεσίη[ν μὴ ἐ]-
λάσσονι σταδίων δέκα̣· τῶν δὲ κτ̣[η]μάτων ὧν [οἱ Πε]-
15 διεῖς κέκτηνται μὴ εἶνα̣ι α̣ὐτῶι κτ̣[ή]σασθαι· εἶν[αι δὲ]
[α]ὐτῶι καὶ ἐμ πρυτανείωι σίτησ[ιν,] τὸν δὲ ἀνδ[ριάν]-
[τ]α̣ ἐγδοῦναι μετὰ Μεγαβύξου̣ τοὺς νομοφύ[λακας]
[το]ὺς νομοφυλακοῦντας μῆ[ν]α Βοηδρομιῶ[να καὶ]
[Πυ]ανοψιῶνα ἐπὶ στεφανηφόρο[υ] Διοφάνευς· σ[τῆσαι]
20 δὲ τὸν ἀνδριάντα ἐν τῶι ἱερῶι [τῆ]ς Ἀθηνᾶς πρὸ [τοῦ με]-
τωπίου τοῦ ναοῦ καὶ στήλην π̣[αρα]στῆσαι τοὺ[ς νομο]-
φύλακας ἀναγράψαντας τόδ[ε τὸ ψ]ήφισμα, τὸ δ[ὲ ανά]-
λωμα εἰς τὸν ἀνδριάντα καὶ τ[ὴν] σ̣τήλην ὑπηρ[ετῆσαι]
τοὺς νεωποίας Ἄδμητον καὶ [․․]ᾶδα· τὰς δὲ δω[ρεὰς]
25 τὰς δεδομένας αὐτῶι ἀνα[γγ]εῖλαι τὸγ κήρυ[κα τοῖς]
Διονυσίοις, ὅπως εἰδῶσι πά[ντ]ε̣ς ὅτι δύναται ὁ [δῆμος]
ὁ Πριηνέων ἀπο[δ]ιδόναι χάρι[τας] τοῖς εὖ ποιοῦσιν [αὐτόν·]
ἀ̣τελὴς δὲ ἔστω καὶ τοῦ [ἐξα]γωγίου καὶ ἐμφ[—]
Search Help
Contact Us