3rd honorary decree of boule and demos (of Priene) for
Larichos; c. 275/270 BC; found at Priene: GIBM 415, ll. 27-35;
OGIS 215III; *IPriene 18, ll. 28-36; Gauthier, JS 1980, 35-50;
SEG 30, 1360.
28 | ἐπὶ στεφανηφόρου Ἀκάμαντος, μηνὸς Ἀπατουριῶνος, Ἀναξίλα[ς] |
Λυκιδέως εἶπεν· ὅπως ἂν αἱ ἐψηφισμέναι ὑπὸ τοῦ δήμου τι- | |
30 | μαὶ Λαρίχωι ἀναγραφῶσιν εἰς στήλην λιθίνηγ καὶ σταθῆι ἡ στή- |
λη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸ[ν] | |
νεωποίην Λεωμέδοντα ἀπεγδοῦναι ὅπως στήλη τε κατα- | |
σκευασθῆι καὶ ἀναγραφῆι εἰς αὐτὴν τὰ ψηφίσματα τὰ ἐψηφισ- | |
μένα ὑπὸ τοῦ δήμου ὑπὲρ τιμῶν Λαρίχωι καὶ σταθῆι ἡ στήλη ἐν τῶ[ι] | |
35 | ἱερῶι τῆς Ἀθηνᾶς. τὸ δὲ γενόμενον εἰς [τ]αῦτα ἀνάλωμα ὑπηρετ[ῆ]- |
σαι τὸν νεωποίηγ καὶ ἀνενεγκεῖν τῆι πόλει ἐλ λόγωι. |