1st honorary decree [of Priene] for Larichos; c. 285/280 BC; found at Priene: GIBM 415, ll. 1-18; OGIS 215I; *IPriene 18, ll. 1-19; Gauthier, JS 1980, 35-50; SEG 30, 1360.  
[ ] IPri 18.1-19
See also:
1 [— εἰκό]-
[να] χαλκῆ[ν κ]αὶ σ[τ]ῆ̣σ̣αι [π]α̣[ρ]ὰ̣ [τ]ο̣[ὺ]ς̣ [β]α̣σ̣ιλεῖς Σ̣έ̣λε̣υκο[ν καὶ]
[Ἀ]ντίοχον, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ[σι]
καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱε[ρὰ]
5 [κ]αὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι καὶ ἀτέλειαν τ[οῦ]
σώματος καὶ ὧν ἂν εἰσάγηται ἢ ἐξάγηται εἰς τὸν ἴδιον οἶ[κον]
καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι· ταῦτα δὲ ὑπάρχειγ καὶ αὐτῶι κ[αὶ]
ἐκγόνοις· ἀναγγεῖλαι δὲ τὸν στέφανον Διονυσίοις τραγωιδῶ[ν]
[τ]ῶι πρώτωι ἀγῶνι, δηλοῦντας ἐν τῆι ἀναγγελίαι ὧν ἕνεκα τε[τί]-
10 [μ]ηται· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆ[ν]αι τὸν ἀγωνοθέτην, τ[ῆς]
[δ]ὲ κατασκευῆς τῶν εἰκόνωγ καὶ [τ]ῆς στάσεως, ὅπως συντ[ε]-
λεσθήσονται κατὰ τάχος καὶ ξυμφερόντως, ἐπιμελεῖσθαι τ[οὺς]
ἐ̣νεστῶτας ἀεὶ στρατηγούς· ἵνα δὲ α[ἵ] τε τιμαὶ αἱ δεδομέν[αι Λα]-
ρίχωι ἐπιφανέστεραι ὦσιγ καὶ τῶν ἄλλων οἱ προαιρούμενο[ι τῆι]
15 πόλει παρέχεσθαι τὰς χρεί[ας] θεωρῶσιν ὅτι ὁ δῆμος τοῖς κ[α]-
λ̣οῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐπίσταται χάριτας ἀποδιδόναι κατα-
ξίας, ἀναγράψαι τόδε τὸ ψήφισμα ε[ἰ]ς στήλην λιθίνηγ καὶ στῆσαι
παρὰ τὴν εἰκόνα· τὰ δὲ ἀναλώματα τὰ γενόμενα ὑπηρετεῖν τοὺς
οἰκονόμους.
Search Help
Contact Us