1st honorary decree [of Priene] for Larichos; c. 285/280
BC; found at Priene: GIBM 415, ll. 1-18; OGIS 215I; *IPriene 18,
ll. 1-19; Gauthier, JS 1980, 35-50; SEG 30, 1360.
| 1 | [— εἰκό]- |
| [να] χαλκῆ[ν κ]αὶ σ[τ]ῆ̣σ̣αι [π]α̣[ρ]ὰ̣ [τ]ο̣[ὺ]ς̣ [β]α̣σ̣ιλεῖς Σ̣έ̣λε̣υκο[ν καὶ] | |
| [Ἀ]ντίοχον, δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ[σι] | |
| καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱε[ρὰ] | |
| 5 | [κ]αὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι καὶ ἀτέλειαν τ[οῦ] |
| σώματος καὶ ὧν ἂν εἰσάγηται ἢ ἐξάγηται εἰς τὸν ἴδιον οἶ[κον] | |
| καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι· ταῦτα δὲ ὑπάρχειγ καὶ αὐτῶι κ[αὶ] | |
| ἐκγόνοις· ἀναγγεῖλαι δὲ τὸν στέφανον Διονυσίοις τραγωιδῶ[ν] | |
| [τ]ῶι πρώτωι ἀγῶνι, δηλοῦντας ἐν τῆι ἀναγγελίαι ὧν ἕνεκα τε[τί]- | |
| 10 | [μ]ηται· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆ[ν]αι τὸν ἀγωνοθέτην, τ[ῆς] |
| [δ]ὲ κατασκευῆς τῶν εἰκόνωγ καὶ [τ]ῆς στάσεως, ὅπως συντ[ε]- | |
| λεσθήσονται κατὰ τάχος καὶ ξυμφερόντως, ἐπιμελεῖσθαι τ[οὺς] | |
| ἐ̣νεστῶτας ἀεὶ στρατηγούς· ἵνα δὲ α[ἵ] τε τιμαὶ αἱ δεδομέν[αι Λα]- | |
| ρίχωι ἐπιφανέστεραι ὦσιγ καὶ τῶν ἄλλων οἱ προαιρούμενο[ι τῆι] | |
| 15 | πόλει παρέχεσθαι τὰς χρεί[ας] θεωρῶσιν ὅτι ὁ δῆμος τοῖς κ[α]- |
| λ̣οῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐπίσταται χάριτας ἀποδιδόναι κατα- | |
| ξίας, ἀναγράψαι τόδε τὸ ψήφισμα ε[ἰ]ς στήλην λιθίνηγ καὶ στῆσαι | |
| παρὰ τὴν εἰκόνα· τὰ δὲ ἀναλώματα τὰ γενόμενα ὑπηρετεῖν τοὺς | |
| οἰκονόμους. |