Honorary decree of boule and demos (of Priene) for s[itophyla]kes Hegesias Thrasyboulou et al.; c. 200 BC; found at Priene: GIBM 413; *IPriene 81.  
[ ] IPri 81
See also:
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐε̣τί[—]
Ἀπολλωνίου εἶπεν· ἐπειδὴ αἱρεθέντες σ̣[ιτοφύλα]-
κες ὑπὸ τοῦ δήμου Ἡγησίας Θρασυβούλου, Φι[λίσκος]
Ἀπολλωνίου, Ζωΐλος Εὐαγόρου κοινὴν ἐποήσαν]-
5 το τὴν ἀρχὴγ καὶ τοῦ τε σίτου καὶ [τ]ῶν ἄλλω[ν τῶγ]
κατὰ τὴν ἀγορὰν τὴν σιτόπωλιν πωλουμέ̣[νων ἀεὶ]
τὴν ἐγδεχομένην ἐπιμέλειαν ἐποιήσα[ντο κατὰ]
τοὺς νόμους, τούς τε λόγους ἀπέδωκα[ν τῆς ἀρχῆς]
ὀρθοὺς καὶ δικαίους, ἐπηινῆσθαί τε Ἡγησία[ν Θρασυβού]-
10 λου, Φιλίσκον Ἀπολλωνίου, Ζωΐλον Εὐαγόρ[ου, διότι]
ἦρξαν τὴν ἀρχὴν δικαίως καὶ κατὰ τοὺς ν̣[όμους, καὶ]
στεφανῶσαι αὐτῶν ἕκαστον στεφάνωι χ[ρυσέωι τῶι]
ἐκ τοῦ νόμου, καὶ ἀναγγεῖλαι αὐτῶν τοὺς σ[τεφάνους]
ἐν τῶι θεάτρωι τοῖ̣ς πρώ[τ]οις Διονυσίοι[ς][ν τῶι ἀγῶνι]
15 τῶι μουσικῶι, δηλοῦντας διὰ τ[ῆ]ς ἀναγγ[ελίας τὰς]
αἰτίας δι’ ἃς στεφανοῦνται· τ[ῆς δὲ ἀναγγελίας ἐπι]-
μεληθῆναι τὸν ἀγωνοθέτ̣[ην· τὸ δὲ ψήφισμα τόδε ἀνα]-
γραψάτω ὁ νεωποίης [εἰς στήλην λιθίνην καὶ στη]-
σάτω ἐν τῶι ἱερῶι [τῆς Ἀθηνᾶς.]
Search Help
Contact Us