Honorary decree of boule and demos (of Priene) for
s[itophyla]kes Hegesias Thrasyboulou et al.; c. 200 BC; found at
Priene: GIBM 413; *IPriene 81.
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐε̣τί[—] |
Ἀπολλωνίου εἶπεν· ἐπειδὴ αἱρεθέντες σ̣[ιτοφύλα]- | |
κες ὑπὸ τοῦ δήμου Ἡγησίας Θρασυβούλου, Φι[λίσκος] | |
Ἀπολλωνίου, Ζωΐλος Εὐαγόρου κοινὴν ἐπο[ιήσαν]- | |
5 | το τὴν ἀρχὴγ καὶ τοῦ τε σίτου καὶ [τ]ῶν ἄλλω[ν τῶγ] |
κατὰ τὴν ἀγορὰν τὴν σιτόπωλιν πωλουμέ̣[νων ἀεὶ] | |
τὴν ἐγδεχομένην ἐπιμέλειαν ἐποιήσα[ντο κατὰ] | |
τοὺς νόμους, τούς τε λόγους ἀπέδωκα[ν τῆς ἀρχῆς] | |
ὀρθοὺς καὶ δικαίους, ἐπηινῆσθαί τε Ἡγησία[ν Θρασυβού]- | |
10 | λου, Φιλίσκον Ἀπολλωνίου, Ζωΐλον Εὐαγόρ[ου, διότι] |
ἦρξαν τὴν ἀρχὴν δικαίως καὶ κατὰ τοὺς ν̣[όμους, καὶ] | |
στεφανῶσαι αὐτῶν ἕκαστον στεφάνωι χ[ρυσέωι τῶι] | |
ἐκ τοῦ νόμου, καὶ ἀναγγεῖλαι αὐτῶν τοὺς σ[τεφάνους] | |
ἐν τῶι θεάτρωι τοῖ̣ς πρώ[τ]οις Διονυσίοι[ς] ἐ[ν τῶι ἀγῶνι] | |
15 | τῶι μουσικῶι, δηλοῦντας διὰ τ[ῆ]ς ἀναγγ[ελίας τὰς] |
αἰτίας δι’ ἃς στεφανοῦνται· τ[ῆς δὲ ἀναγγελίας ἐπι]- | |
μεληθῆναι τὸν ἀγωνοθέτ̣[ην· τὸ δὲ ψήφισμα τόδε ἀνα]- | |
γραψάτω ὁ νεωποίης [εἰς στήλην λιθίνην καὶ στη]- | |
σάτω ἐν τῶι ἱερῶι [τῆς Ἀθηνᾶς.] |