Honorary decree of boule (of Priene) for Athenopolis Kydimou; c. 130 BC (?); found at Priene: *IPriene 107 (PH, partial).  
[ ] IPri 107
See also:
1 στεφανηφοροῦντος Ἰσοδώρου
τὸ δεύτερον, μηνὸς Μεταγειτν[ι]-
ῶνος πέμπτηι, ὑπὲρ τιμῶν Ἀθη-
νοπόλιδι Κυδίμου.
5 Ἀθηνόπο-
λιν
Κυδίμου.
ἔδοξ[ε] τῆι βουλῆι· Λυκῖνος Λυκίνου ε̣ἶπε[ν· ἐπειδὴ Ἀ]-
θηνόπολις Κυδίμου ἀνὴρ καλὸς [καὶ ἀγαθὸς ὑ]πάρχω[ν]
10 καὶ ἄξιος τῆς τῶν προγόνων ἀρε[τῆς πρό]τερόν τε φιλά-
γαθον ἑαυτὸν παρεχόμενος ἐμ πᾶ[σιν ἔ]λαβεν παρὰ τοῦ
δήμου τιμάς, πολλὰ καὶ χρήσιμα τ[ῆι πόλ]ει συνκατασκευ-
άσας διὰ τὴν αὑτοῦ καλοκἀγαθ[ία]ν̣, καὶ μετὰ ταῦτα μέ-
νων ἐπὶ τῆς αὐτῆς προθέσεως οὐδ[ενὸ]ς ἀφίσταται τῶν τῶι
15 δήμωι συμφερόντων, καὶ λέγων κ[αὶ πρ]άσσων τὰ ἄριστα οὑ-
δεμιᾶς λειπόμενος φιλαγαθίας, ἄξι[ον ἑα]υτὸν παρεχόμενος
τῶν προδεδομένων αὐτῶι τιμῶν̣ [καὶ ο]ὐκ ἐπιλανθανόμε-
νος τῶν προειρημένων, πολὺ δὲ μᾶλλο̣[ν συ]ντηρῶν τὴν πρὸς
τοὺς πολίτας εὔνοιαν, νομίζων το[ῦτο α]ὑτῶι μέγιστον ὑπάρ-
20 χειν τὸ τὴν πρὸς τοὺς συν̣α̣νατρ[ε]φ̣ο̣[μέν]ους ἐκτένειαν συν-
τηρεῖν, ὅθεν ἐν οὐθενὶ λειπομένου α̣[ὐτο]ῦ̣, προσεπαύξοντος
δὲ τὴν κατὰ τὸ κάλλιστον προθυ[μίαν,] καθῆκον δέ ἐστιν
καὶ ἄξιον τῆς τοῦ ἀνδρὸς φ[ιλαγαθίας] ταύτης τυχεῖν τῆς
τιμῆς Ἀ̣θ̣[η]νόπο[λιν πάσ]η̣ς̣, [δεδόχ]θαι τῆι βουλῆι· ἐπῃ-
25 νῆσθαί τ̣[ε Ἀθη]νόπολιν [Κυ]δ[ίμ]ου [ὑπ]ά̣ρχον[τα ἐ]μ πᾶσιν καλὸν
[καὶ ἀγαθὸν —]
38 [․․․․․․․․․․․c.26․․․․․․․․․․․ ἐὰ]ν [θέ]ληι· κατὰ τὸ αὐτὸ δὲ
[καὶ οἱ γινόμενοι ἀγωνοθέται τε καὶ] γραμματεῖς καθ’ ἕκαστον
40 [ἔτος ποιείσθωσαν ἀναγγελίαν, ἐψηφισμέ]νων τῶν τιμῶν καθότι
[προδεδήλωται, ἵνα καὶ τοῖς λοιποῖς] φανερὰ ὑπάρχηι ἥ τε Ἀθηνο-
[πόλιδος μεγαλοψυχία καὶ ἡ εὐχα]ριστία, ἣν ποιεῖται εἰς τοὺς κα-
[λοὺς ἄνδρας ἡ πόλις ἡμῶν· ἀναγ]ράψαι δὲ καὶ τὸ ὑπὲρ τῶν τιμῶν
[ψήφισμα εἰς τοῖχον τῆς στοᾶς τῆ]ς ἐν τῆι ἀγορᾶι εἰς ὃν ἂν συγκρί-
45 [νηι τόπον ὁ ἀρχιτέκτων, καὶ ποιεί]σ̣θω τὴν ἔγδοσιν ὁ μέλλων οἰ-
[κονομεῖν καθάπερ ἂν συγγράψηι] ὁ ἀρχιτέκτων, καὶ τὸ ἐσόμενον
[εἰς τὴν ἀναγραφὴν ἀνάλωμα γράψα]ι ἐλ λόγωι τῆι πόλει.
Search Help
Contact Us