Honorary decree of boule and demos of Priene for Antigonos
(I) Philippou while still private individual; 334 BC; found at
Priene: *IPriene 2; Syll3 278.
| 1 | [ἔδοξεν] τ̣ῆ̣ι̣ β[ουλῆι καὶ τῶι δήμωι, μηνὸς] |
| [Μετ]α̣γειτνιῶνος δευ[τ]έρη̣[ι] ἱ[σ]τ̣αμέν̣ο̣[υ,] | |
| [κυρίο]υ συλλόγου γενομένου, αὐτον̣όμων̣ | |
| [ἐόν]τ̣ων Πριηνέων, ἐπὶ πρυτάνιος Ἱππο[κρά]- | |
| 5 | [τευς·] Ἀντιγόνωι Φιλίππου Μακεδόνι |
| [εὐ]εργέτηι γενομένωι καὶ προθύμωι ἐόντ[ι] | |
| [εἰ]ς τὴμ πόλιν τὴμ Πριηνέων δεδόσθαι | |
| αὐτῶι προξενίην καὶ πολιτείαν καὶ | |
| [ἔ]γ̣κτησιν γῆς καὶ οἰκίης, καὶ ἀτέλειαν πάντων | |
| 10 | ὅσα εἰς τὸν οἶκον τὸν ἑαυτοῦ πλὴγ γῆς, |
| καὶ εἰσαγωγὴν καὶ ἐξαγωγὴν καὶ ἐμ πολέμωι̣ | |
| καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ ἔφο- | |
| δον ἐπὶ τὰς ἀρχὰς καὶ τὸν δῆμον τὸμ Πρι[η]- | |
| νέων πρώτωι μετὰ τὰ ἱερά· ταῦτα δὲ εἶναι | |
| 15 | καὶ αὐτῶι καὶ ἐκγόνοις. |