Honorary decree of boule and demos of Priene for
Alexandreia Tro. and foreign judges from Priene sent to
Alexandreia Tro.; II; found at Priene: GIBM 419 + 431; *IPriene
44.
1 | [ὁ] δ̣ῆμος ὁ Ἀλεξανδρέων τῶν ἀπὸ τῆς Τρώιας |
[τὸν] δ̣ῆμον vacat τὸ[ν Πριη]ν̣έ̣ων. | |
[ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπε]ιδὴ ὁ δῆμος ὁ Ἀ[λεξανδρέων ἀπέστειλε πρὸς] | |
[ἡ]μᾶ̣[ς Νικασαγόραν] Ζωΐλου καὶ ψήφισμα καθ’ ὅ ἐ[στεφάνωκε τὸν] δῆμον | |
5 | καὶ ἐπήινεκε τοὺς παραγενομένους εἰς Ἀλεξάνδρειαν δικαστὰς Ἀθηναγόραν |
Εὐκτίτου, Νύνφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος, ἐπελθὼν δὲ καὶ Νικασαγό- | |
ρας ἐπί τε τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν ἀκολούθως διελέγηι τοῖς ἐν τῶι ψηφίσματι | |
κατακεχωρισμένοις· ὅπως οὖν καὶ ὁ δῆμος εὐχαριστῶν τε φαίνηται τῶι δήμω[ι] | |
τῶι Ἀλεξανδρέων καὶ φιλανθρώπως ἀποδεδεγμένος τόν τε ἐψηφισμένον | |
10 | ὑπ’ αὐτοῦ στέφανον καὶ τὸν τῶν δικαστῶν ἔπαινον, δεδόχθαι τῆι βουλῆι καὶ τῶι |
δήμωι, ἐπῃνῆισθαι τὸν δῆμον τὸν Ἀλεξανδρέων ἐπί τε τῆι προαιρέσει ἣν ἔχει εἰς | |
τὴμ πόλιν ἡμῶν ἀκόλουθα πράττων τοῖς προϋπάρχουσι[ν] ἀμφοτέραις ταῖς π[ό]λεσιν | |
[φ]ιλανθρώποις καὶ διότι τὴμ πᾶσαν σπουδὴν προαιρούμενος ποιεῖσθαι ὑπὲρ τῶν παρα- | |
γινομένων εἰς τὴμ πόλιν δικαστηρίων, ὅπως ἴσα καὶ δίκαια π[ᾶσ]ι τοῖς πο[λίταις πα]- | |
15 | ραγίνηται, διὰ τὸ μάλιστα διὰ τοῦτο τηρεῖσθαι τὴν δημοκρατίαν, ἀποσταλέ[ντων] |
πρὸς αὐτὸν παρ’ ἡμῶν δικαστῶν τοὺς μὲν παραγενομένους ἄνδρας εἰς Ἀλεξάνδ[ρ]εια[ν] | |
ἐπῄνεκεν, ἐπί τε τῶι σωφρόνως καὶ ἀνεγκλήτως παρεπιδημῆσαι καὶ διότι τὰς δίκας ἴσως | |
καὶ δικαίως ἁπάσας ἔκριναν τάς τε τῶμ παρανόμων καὶ τὰς τὼμ βιαίων, τὸν δὲ δῆμον | |
ἐστεφάνωκεν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὴμ πόλιν καὶ διότι ἄνδρας καλοὺς | |
20 | καὶ ἀγαθοὺς ἀπέστειλεν· ἐπῃνῆισθαι δὲ καὶ τοὺς ἀποσταλέντας εἰς Ἀλεξάνδρειαν δι- |
καστὰς Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος· ἵνα δὲ | |
τὰ ἐψηφισμένα ὑπὸ Ἀλεξανδρέων λάβηι συντέλειαν, τὸμ μὲν ἀγωνοθέτην ὃς ἂν ἦι | |
τότε ποιήσασθαι ἐπιμέλειαν μετὰ τοῦ <γ>ραμματέως, ὅπως ὁ στέφανος ἀναγορευθ[ῆι] | |
τοῖς πρώτοις Διονυσίοις, ὅταν τὰς θέας συντελῶμεν μετὰ τὰς σπονδάς, διότι ὁ δῆμ[ος] | |
25 | ὁ Ἀλεξανδρέων στεφανοῖ τὸν δῆμον τὸμ Πριηνέων ἀρετῆς ἕνεκεν [κ]αὶ εὐνοία[ς] |
τῆς εἰς αὐτὸν καὶ διότι δικαστὰς ἀπέστειλαν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς | |
Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, | |
Ἀριστόδημον Φίλωνος· τὸ δ[ὲ] | |
ψήφισμα τὸ παρὰ Ἀλεξανδρέων ἀναγράψαι εἰς στήλην λιθίνην καὶ στῆσαι | |
30 | εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὑπογράψαι δὲ καὶ τόδ[ε τ]ὸ ψήφισμα εἰς τὴν ἀνατιθε- |
μένην στήλην· τῆς δὲ ἀναγραφῆς τῶ[ν ψ]ηφισμάτων καὶ τῆς ἐγδόσεως τῆς στή- | |
λης ἐπιμέλειαμ ποιήσασθαι τὸν νεωποιεῖν μέλλοντα Χάρμον ἐπὶ στεφανοφόρο[υ] | |
Ἀπόλλωνος, καὶ τὸ γενόμενον ἀνάλωμα ἀνενεγκεῖν ἐν λόγωι τῆι πόλει· ἀποστεῖ- | |
λαι δὲ καὶ ξένιον Νικασαγόραι τῶι παραγεγονότι πρεσβευτῆι τὸ κατὰ τὸν νόμον τὸν | |
νεωποίην Φλέαντα· ἵνα δὲ καὶ ἀσφαλῶς παραπεμφθῆι, | |
35 | τοὺς στρατηγοὺς καὶ τοὺς |
ἱππάρχας ἐπιμεληθῆναι. |