Honorary decree of (unknown city) for Priene and foreign
judges Alexis and Lysias from Priene; II; found at Priene:
*IPriene 71; **Wilhelm, WS 29, 1907, 11 (l. 21); **Robert, RA 24,
1926, 181 (ll. 7-8); SEG 4, 486; **Robert, RPh 48, 1974, 193-4,
note 74 (l. 20).
7 | [ὅπ]ω̣[ς οὖν? φαίν]ηται μνημο[νεύων ὁ δῆμος τῶν εὐεργετούντων αὐ]- |
[τ]ὸ[ν καὶ] ἀξία[ς τι]μὰς ἀποδιδο[ὺς τῶν εὐεργεσιῶν καὶ οἱ λοιποὶ] | |
ὁ[ρῶν]τ[ε]ς τὴν [ε]ὐχαρισ[τ]ία[ν] ζηλῶ[σ]ι [—] | |
10 | Τ̣ΟΥ[․․․c.9․․․]ου, δι’ ἃ καὶ δεδόχθαι τῆι [βουλῆι καὶ τῶι δή]- |
μω[ι· ἐπ]ην[ῆ]σθαι μὲν τὸν δῆ̣μον τὸν Πριην[έων ἐπὶ τῆι εὐ]- | |
νοίαι καὶ φιλαγαθίαι τῆι πρὸς [ἡ]μᾶς καὶ ἐ[πὶ] τῶι ἀ̣[γαθοὺς] | |
ἄνδρας ἐξαπεσταλκέναι, καὶ στεφανῶσαι αὐτὸν χρυ[σῶι] | |
στεφάνωι, ἐπῃνῆσθαι δὲ κα[ὶ] Ἄλεξιν ἀρετῆς ἕνεκεν καὶ δ[ικαι]- | |
15 | οσύνης καὶ καλεῖσθαι αὐτὸν εἰς [π]ροεδρίαν ἐν τοῖς συντελ[ου]- |
μένοις παρ’ ἡμῖν γυμνικοῖς ἀγῶσιν, ὑπ̣άρχειν δὲ αὐτοῖς καὶ σί- | |
τησιν ἐμ πρυτανείῳ, δεδόσθαι δὲ καὶ πολιτείαν ἐφ’ ἴσῃ καὶ ὁ- | |
μοίῃ αὐτοῖς καὶ ἐκγόνοις αὐτῶ̣ν· στεφανῶσαι δὲ αὐτὸν καὶ χρ[υ]- | |
σῶι στεφάνωι, ἀνα[γ]ορευθῆναι δὲ καὶ ἐν τῆι συντελουμένῃ | |
20 | παρ’ ἡμῖν πα̣νηγύρει ἐν τῶι Ὁλώ[ι]ωι μηνὶ τὰς συγκεχωρημέν[ας] |
τιμὰς τῶι τε δή̣μωι τῶι Πριηνείων καὶ Ἀλέξιδι, {καὶ} ὅπως <καὶ> ἐκφ[α]- | |
νεστέρα γένηται ἡ̣ Πριηνέων αἵρεσις κα̣ὶ ἡ Ἀ̣λέξιδος δικαιοσύ- | |
νη· ἐπῃνῆσθαι δὲ̣ [κ]αὶ Λυσίαν καὶ συγ[κ]εχωρῆσθαι α̣ὐτῶι πολ[ι]- | |
τείαν ἐφ’ ἴσῃ καὶ ὁ[μ]ο[ί]ῃ̣· ἵνα δὲ πᾶσιν εὔδηλος ᾖ [ἡ] τοῦ δήμου | |
25 | σπουδὴ ἣν ποεῖτα[ι] περὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν κ[αὶ] |
ἡ Πριηνέων πρόνοια ἣ̣ν ποιοῦνται οἱ ἐξαποστέλλοντες | |
πρὸς <τ>οὺ[ς] α̣ἰτοῦντα<ς> τὰ δικ[ασ]τ[ή]ρια τοὺς ἐπιφανεστάτους | |
τῶν ἀνδρῶν, <⁶³ἀναγραψάτω>⁶³[⁵²ἀναγραφήτω]⁵² <τό>δε [τ]ὸ ψήφισμα εἰς στήλην λευ- | |
κοῦ̣ λίθου καὶ ἀνατεθή[τ]ω ἐν τῶι ἱερῶ[ι τ]οῦ Διὸς τοῦ Ὑπάτου· | |
30 | ἑλέσθαι δὲ καὶ πρεσβευτά̣ς, οἱ δὲ α̣ἱρεθέντες ἀφικόμενοι πρὸς |
Πριη̣νεῖς τό τε̣ ψήφισμα ἀποδότωσαν [κ]αὶ παρακαλείτωσαν αὐτοὺς | |
προσδέξ̣ασθα[ί] τε μετ’ εὐ[νο]ί[ας τὰ] ἐ̣ψ[ηφ]ισμένα ὑφ’ ἡμῶν τίμια καὶ πο- | |
ήσ[α]σθαι αὐτῶν ἀναγόρευ[σι]ν ἐ̣[ν] τοῖς ἀγομένοις παρ’ αὐτοῖς ἀγῶ- | |
[σ]ιν, διαφυλάσσειν δὲ κα[ὶ εἰς] τὸ λοιπὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ εὔ- | |
35 | νοιαν, προνοῆσαι δὲ καὶ ὅπως ἀναγραφῇ τόδε τὸ ψή[φ]ισμα εἰς στήλη[ν] |
λ[ε]υκοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπ[ιφ]ανεστάτω̣ι παρ’ αὐτοῖς τό- | |
πωι. εἱρέθησαν πρεσβευταὶ Ἀπολλώνιος Ἀθηναγόρου, Ἀθηναγ̣ό- | |
{γ̣ο}ρ[α]ς Ἀπολλωνίου. |