Honorary decree of (unknown city) for Priene and foreign judges Alexis and Lysias from Priene; II; found at Priene: *IPriene 71; **Wilhelm, WS 29, 1907, 11 (l. 21); **Robert, RA 24, 1926, 181 (ll. 7-8); SEG 4, 486; **Robert, RPh 48, 1974, 193-4, note 74 (l. 20).  
[ ] IPri 71
See also:
7 [ὅπ]ω̣[ς οὖν? φαίν]ηται μνημο[νεύων ὁ δῆμος τῶν εὐεργετούντων αὐ]-
[τ][ν καὶ] ἀξία[ς τι]μὰς ἀποδιδο[ὺς τῶν εὐεργεσιῶν καὶ οἱ λοιποὶ]
[ρῶν]τ[ε]ς τὴν [ε]ὐχαρισ[τ]ία[ν] ζηλῶ[σ]ι [—]
10 Τ̣ΟΥ[․․․c.9․․․]ου, δι’ ἃ καὶ δεδόχθαι τῆι [βουλῆι καὶ τῶι δή]-
μω[ι· ἐπ]ην[ῆ]σθαι μὲν τὸν δῆ̣μον τὸν Πριην[έων ἐπὶ τῆι εὐ]-
νοίαι καὶ φιλαγαθίαι τῆι πρὸς [ἡ]μᾶς καὶ ἐ[πὶ] τῶι ἀ̣[γαθοὺς]
ἄνδρας ἐξαπεσταλκέναι, καὶ στεφανῶσαι αὐτὸν χρυ[σῶι]
στεφάνωι, ἐπῃνῆσθαι δὲ κα[ὶ] Ἄλεξιν ἀρετῆς ἕνεκεν καὶ δ[ικαι]-
15 οσύνης καὶ καλεῖσθαι αὐτὸν εἰς [π]ροεδρίαν ἐν τοῖς συντελ[ου]-
μένοις παρ’ ἡμῖν γυμνικοῖς ἀγῶσιν, ὑπ̣άρχειν δὲ αὐτοῖς καὶ σί-
τησιν ἐμ πρυτανείῳ, δεδόσθαι δὲ καὶ πολιτείαν ἐφ’ ἴσῃ καὶ ὁ-
μοίῃ αὐτοῖς καὶ ἐκγόνοις αὐτῶ̣ν· στεφανῶσαι δὲ αὐτὸν καὶ χρ[υ]-
σῶι στεφάνωι, ἀνα[γ]ορευθῆναι δὲ καὶ ἐν τῆι συντελουμένῃ
20 παρ’ ἡμῖν πα̣νηγύρει ἐν τῶι Ὁλώ[ι]ωι μηνὶ τὰς συγκεχωρημέν[ας]
τιμὰς τῶι τε δή̣μωι τῶι Πριηνείων καὶ Ἀλέξιδι, {καὶ} ὅπως <καὶ> ἐκφ[α]-
νεστέρα γένηται ἡ̣ Πριηνέων αἵρεσις κα̣ὶ ἡ Ἀ̣λέξιδος δικαιοσύ-
νη· ἐπῃνῆσθαι δὲ̣ [κ]αὶ Λυσίαν καὶ συγ[κ]εχωρῆσθαι α̣ὐτῶι πολ[ι]-
τείαν ἐφ’ ἴσῃ καὶ ὁ[μ]ο[ί]ῃ̣· ἵνα δὲ πᾶσιν εὔδηλος ᾖ [ἡ] τοῦ δήμου
25 σπουδὴ ἣν ποεῖτα[ι] περὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν κ[αὶ]
ἡ Πριηνέων πρόνοια ἣ̣ν ποιοῦνται οἱ ἐξαποστέλλοντες
πρὸς <τ>οὺ[ς] α̣ἰτοῦντα<ς> τὰ δικ[ασ]τ[ή]ρια τοὺς ἐπιφανεστάτους
τῶν ἀνδρῶν, <⁶³ἀναγραψάτω>⁶³[⁵²ἀναγραφήτω]⁵² <τό>δε [τ]ὸ ψήφισμα εἰς στήλην λευ-
κοῦ̣ λίθου καὶ ἀνατεθή[τ]ω ἐν τῶι ἱερῶ[ι τ]οῦ Διὸς τοῦ Ὑπάτου·
30 ἑλέσθαι δὲ καὶ πρεσβευτά̣ς, οἱ δὲ α̣ἱρεθέντες ἀφικόμενοι πρὸς
Πριη̣νεῖς τό τε̣ ψήφισμα ἀποδότωσαν [κ]αὶ παρακαλείτωσαν αὐτοὺς
προσδέξ̣ασθα[ί] τε μετ’ εὐ[νο][ας τὰ] ἐ̣ψ[ηφ]ισμένα ὑφ’ ἡμῶν τίμια καὶ πο-
ήσ[α]σθαι αὐτῶν ἀναγόρευ[σι]ν ἐ̣[ν] τοῖς ἀγομένοις παρ’ αὐτοῖς ἀγῶ-
[σ]ιν, διαφυλάσσειν δὲ κα[ὶ εἰς] τὸ λοιπὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ εὔ-
35 νοιαν, προνοῆσαι δὲ καὶ ὅπως ἀναγραφῇ τόδε τὸ ψή[φ]ισμα εἰς στήλη[ν]
λ[ε]υκοῦ λίθου καὶ ἀνατεθῇ ἐν τῶι ἐπ[ιφ]ανεστάτω̣ι παρ’ αὐτοῖς τό-
πωι. εἱρέθησαν πρεσβευταὶ Ἀπολλώνιος Ἀθηναγόρου, Ἀθηναγ̣ό-
{γ̣ο}ρ[α]ς Ἀπολλωνίου.
Search Help
Contact Us