Honorary decree of boule and demos of Laodikeia for Priene and foreign judges Meniskos Metrodorou and others; c. 200 BC; found at Priene: GIBM 421; *IPriene 59; **Holleaux, BCH 31, 1907, 384 (l. 15).  
[ ] IPri 59
See also:
1 [τὸ παρὰ] Λ̣α̣οδικέων.
Κ̣ύδωρος Διονυσίου εἶπεν· ἐπειδὴ ἐκ πλ[ε]ίο̣νος [χρόν]ου δικῶν οὐ̣-
[σ]ῶν ἀδικάστων παρ’ ἡμῖν ὁ δῆμος ἐπι[στροφ]ῆς ἀξίαν προ[έν]-
τευξιν περὶ ξενικοῦ δικαστηρίου ποιούμενος, ὑπολαμβ[ά]-
5 [ν]ων μάλιστα προστήσεσθαι τῶγ κατὰ τὰς δίκας αὐτῶν τοὺς πα[ρὰ]
Πριηνέων ἀποσταλησομένους δικαστάς, ἔγ̣ρ̣ψ]εν αὐτῶν τῆι βο[υ]-
[λ]ῆι καὶ τῶι δήμωι, ὅπως προ[χειρίσων]ται δικαστὰς τρεῖς ὡς ἐπιμ̣[ε]-
λ̣εστάτους καὶ πέμψωσι πρὸς ἡμᾶς· ἀποστείλαντός τε καὶ τοῦ δ[ὴ]-
μου πρὸς αὐτοὺς πρεσβείαν, Πριηνεῖς ὄντες ἡμῶν φίλοι ἔπεμ̣-
10 ψαν δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγ[ό]-
ρου, οἳ παραγενόμενοι εἰς τὴμ πόλιν ἐδίκασαν τὰς δίκας δικαί[ως]
κατὰ τοὺς ὑπάρχοντας ἡμῖν νόμους· ἐπεὶ δὲ καλῶς ἔχον ἐσ[τὶ]
τιμᾶσθαι τοὺς εὔνους ἄνδρας, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδ[ό]-
[χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι, [Πριηνέας μὲν] ἐπῃνῆσθαι ἐπὶ τῶι π[έμψ]α[ι]
15 [Π]ριηνεῦσιν (sic) πρεσβε[υσαμένοις ἄνδρας καλοὺς] καὶ ἀγαθούς, τοὺ[ς]
δὲ δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγόρου
ἐπῃνῆσθαί τε καὶ καλεῖσθαι ὑπὸ τοῦ δήμου εἰς τὸ θέατ[ρ]ον καὶ στεφ[α]-
νοῦσθαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι καθ’ ἕκαστον ἔτος δι[ὰ]
[β]ίου ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι τῶι συντελουμένωι ἐν τοῖς Ἀντ<ι>οχ[εί]-
20 οις, ἐπῃνῆσθαι δὲ καὶ τὸν συναποσταλέντα αὐτοῖς γραμματέα Ἡγ[έ]-
πολιν Ἡγίου καὶ στεφανωθῆναι ἐν τοῖς Ἀντιοχείοις ἐλαίας στεφά-
νωι· περὶ δὲ τοῦ καλεῖσθαι εἰς τὴν προεδρίαν τοὺς δικαστὰς [καὶ] τῆς
ἀναγγελίας τῶν στεφάνων ἐπιμέλειαν ποιήσασθαι τόν τε
ἀγωνοθέτην καὶ τοὺς πρυτάνεις τοὺς ἑκάστοτε γινομένους·
25 ὑπάρχειν δὲ τοῖς δικασταῖς καὶ ἐμ πρυτανείωι σίτησιν καὶ ἔφοδον
ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ἵνα δὲ καὶ ὁ δῆμο[ς]
ὁ Πριηνέων εἰδήσηι τὰ ἐψηφισμένα, ἑλέσθαι πρεσβευτήν, ὃς ἀφ[ι]-
κό̣μενος εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσει καὶ τὴν τοῦ δήμο[υ]
εὔνοιαν ἐμφανίσει, ἣν ἔχει πρὸς Πριηνεῖς, παρακαλέσει τ[ε]
30 αὐτοὺς ποιήσασθαι τὴν ἀν{αν}αγγελίαν {²⁶ἀναγγελίαν}²⁶ τῶν ἐψηφισμέ-
νων στεφάνων τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ
ἐν τῶι ἀγῶνι τῶν Διονυσίων, ὅταν [θ]ύεται? πρὸ πάσης?
σπονδάς?, καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα εἰστήλην καὶ σταθῆι
ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σω-
35 τηρίαι τῆς πόλεως· τοὺς δὲ ἐξεταστὰ[ς ἀνα]γράψαντας
αὐτὸ εἰς λεύκωμα θεῖναι ἐν τῶι Ἀρ[τέμιδο]ς θησαυρῶ̣[ι.]
πρεσβευτὴς Κύδωρος Διονυσίου.
Search Help
Contact Us