Honorary decree of boule and demos of Laodikeia for Priene
and foreign judges Meniskos Metrodorou and others; c. 200 BC;
found at Priene: GIBM 421; *IPriene 59; **Holleaux, BCH 31, 1907,
384 (l. 15).
| 1 | [τὸ παρὰ] Λ̣α̣οδικέων. |
| Κ̣ύδωρος Διονυσίου εἶπεν· ἐπειδὴ ἐκ πλ[ε]ίο̣νος [χρόν]ου δικῶν οὐ̣- | |
| [σ]ῶν ἀδικάστων παρ’ ἡμῖν ὁ δῆμος ἐπι[στροφ]ῆς ἀξίαν προ[έν]- | |
| τευξιν περὶ ξενικοῦ δικαστηρίου ποιούμενος, ὑπολαμβ[ά]- | |
| 5 | [ν]ων μάλιστα προστήσεσθαι τῶγ κατὰ τὰς δίκας αὐτῶν τοὺς πα[ρὰ] |
| Πριηνέων ἀποσταλησομένους δικαστάς, ἔγ̣ρ̣[αψ]εν αὐτῶν τῆι βο[υ]- | |
| [λ]ῆι καὶ τῶι δήμωι, ὅπως προ[χειρίσων]ται δικαστὰς τρεῖς ὡς ἐπιμ̣[ε]- | |
| λ̣εστάτους καὶ πέμψωσι πρὸς ἡμᾶς· ἀποστείλαντός τε καὶ τοῦ δ[ὴ]- | |
| μου πρὸς αὐτοὺς πρεσβείαν, Πριηνεῖς ὄντες ἡμῶν φίλοι ἔπεμ̣- | |
| 10 | ψαν δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγ[ό]- |
| ρου, οἳ παραγενόμενοι εἰς τὴμ πόλιν ἐδίκασαν τὰς δίκας δικαί[ως] | |
| κατὰ τοὺς ὑπάρχοντας ἡμῖν νόμους· ἐπεὶ δὲ καλῶς ἔχον ἐσ[τὶ] | |
| τιμᾶσθαι τοὺς εὔνους ἄνδρας, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδ[ό]- | |
| [χ]θαι τῆι βουλῆι καὶ τῶι δήμωι, [Πριηνέας μὲν] ἐπῃνῆσθαι ἐπὶ τῶι π[έμψ]α[ι] | |
| 15 | [Π]ριηνεῦσιν (sic) πρεσβε[υσαμένοις ἄνδρας καλοὺς] καὶ ἀγαθούς, τοὺ[ς] |
| δὲ δικαστὰς Μενίσκον Μητροδώρου, Ἀγίαν Σίμου, Μόλωνα Διαγόρου | |
| ἐπῃνῆσθαί τε καὶ καλεῖσθαι ὑπὸ τοῦ δήμου εἰς τὸ θέατ[ρ]ον καὶ στεφ[α]- | |
| νοῦσθαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι καθ’ ἕκαστον ἔτος δι[ὰ] | |
| [β]ίου ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι τῶι συντελουμένωι ἐν τοῖς Ἀντ<ι>οχ[εί]- | |
| 20 | οις, ἐπῃνῆσθαι δὲ καὶ τὸν συναποσταλέντα αὐτοῖς γραμματέα Ἡγ[έ]- |
| πολιν Ἡγίου καὶ στεφανωθῆναι ἐν τοῖς Ἀντιοχείοις ἐλαίας στεφά- | |
| νωι· περὶ δὲ τοῦ καλεῖσθαι εἰς τὴν προεδρίαν τοὺς δικαστὰς [καὶ] τῆς | |
| ἀναγγελίας τῶν στεφάνων ἐπιμέλειαν ποιήσασθαι τόν τε | |
| ἀγωνοθέτην καὶ τοὺς πρυτάνεις τοὺς ἑκάστοτε γινομένους· | |
| 25 | ὑπάρχειν δὲ τοῖς δικασταῖς καὶ ἐμ πρυτανείωι σίτησιν καὶ ἔφοδον |
| ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ἵνα δὲ καὶ ὁ δῆμο[ς] | |
| ὁ Πριηνέων εἰδήσηι τὰ ἐψηφισμένα, ἑλέσθαι πρεσβευτήν, ὃς ἀφ[ι]- | |
| κό̣μενος εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσει καὶ τὴν τοῦ δήμο[υ] | |
| εὔνοιαν ἐμφανίσει, ἣν ἔχει πρὸς Πριηνεῖς, παρακαλέσει τ[ε] | |
| 30 | αὐτοὺς ποιήσασθαι τὴν ἀν{αν}αγγελίαν {²⁶ἀναγγελίαν}²⁶ τῶν ἐψηφισμέ- |
| νων στεφάνων τοῖς τε δικασταῖς καὶ τῶι γραμματεῖ | |
| ἐν τῶι ἀγῶνι τῶν Διονυσίων, ὅταν [θ]ύεται? πρὸ πάσης? | |
| σπονδάς?, καὶ ἵνα ἀναγραφῆι τὸ ψήφισμα εἰστήλην καὶ σταθῆι | |
| ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σω- | |
| 35 | τηρίαι τῆς πόλεως· τοὺς δὲ ἐξεταστὰ[ς ἀνα]γράψαντας |
| αὐτὸ εἰς λεύκωμα θεῖναι ἐν τῶι Ἀρ[τέμιδο]ς θησαυρῶ̣[ι.] | |
| πρεσβευτὴς Κύδωρος Διονυσίου. |