Honorary inscription in elegiacs for hydrophoros Bera,
originally from Argos; 2/3: Ross, Inscr. gr. ined. 72-3, no. 190;
Welcker, RhM 2, 1843, 334-9; Franz, RhM 3, 1845, 91-2; Welcker,
RhM 3, 1845, 269-72; *Guérin, Patmos 58-9; Sakkelion, Pandora 19,
1869, 48, no. 22; Kaibel 872; Malandrakis, p. 42, no. 1; Preuner,
Hermes 55, 1920, 184-7; **IIsolMil 34 (PH) (ll. 2-16).
1 | vacat ἀγαθῆι τύχηι. vacat |
αὐτὴ παρθενικὴ Ἐλαφήβολος ἀρήτειραν | |
θήκατο κυδα̣λίμην Γλαυκίεω θύγατρα | |
ὑδροφόρον Βήραν Πατνίη<ν> παραβ<ώ>μια ῥέξαι | |
5 | σπαιρόντ<ω>ν αἰγῶν ἔμβρυα καλλιθύτων. |
ἐν Ἄργει δ’ ἐτράφη γ<ε>ραρῇ παῖς, ἡ δὲ τιθήνη | |
ἐκ γενετῆς Βήρας κ(αὶ) τροφός ἐστι Πάτνος, | |
νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε | |
β̣ένθεσιν ἀν’ ἁ<λ>ῆς ἕδρανα, ῥυομένη<ν> | |
10 | ἐ̣ξ̣ότε μιν Σκυθίηθεν Ἀρήϊος εἷσεν Ὀρέστης |
π̣αυσάμενος στυγερῆς μητροφόνου μανίης· | |
νῦν δεκάτη κό̣ρη, θυγάτηρ σοφοῦ ἰητῆρος | |
Γλαυκίεω βο̣υλαῖς Ἀρτέμιδος Σκυθίης | |
Αἰγαίου πλ<ώ>σασα ῥό̣ου δυσχείμερον οἶδ<μ>α | |
15 | ὄργια κ(αὶ) θαλί̣ην, ὡ̣ς θέμις, ἠγλάϊσεν. |
vacat εὐτυχῶς. vacat |