Honorary inscription in elegiacs for hydrophoros Bera, originally from Argos; 2/3: Ross, Inscr. gr. ined. 72-3, no. 190; Welcker, RhM 2, 1843, 334-9; Franz, RhM 3, 1845, 91-2; Welcker, RhM 3, 1845, 269-72; *Guérin, Patmos 58-9; Sakkelion, Pandora 19, 1869, 48, no. 22; Kaibel 872; Malandrakis, p. 42, no. 1; Preuner, Hermes 55, 1920, 184-7; **IIsolMil 34 (PH) (ll. 2-16).  
[ ] Guérin, Patmos 58-59
See also:
1 vacat ἀγαθῆι τύχηι. vacat
αὐτὴ παρθενικὴ Ἐλαφήβολος ἀρήτειραν
θήκατο κυδα̣λίμην Γλαυκίεω θύγατρα
ὑδροφόρον Βήραν Πατνίη<ν> παραβ<ώ>μια ῥέξαι
5 σπαιρόντ<ω>ν αἰγῶν ἔμβρυα καλλιθύτων.
ἐν Ἄργει δ’ ἐτράφη γ<ε>ραρῇ παῖς, ἡ δὲ τιθήνη
ἐκ γενετῆς Βήρας κ(αὶ) τροφός ἐστι Πάτνος,
νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε
β̣ένθεσιν ἀν’ ἁ<λ>ῆς ἕδρανα, ῥυομένη<ν>
10 ἐ̣ξ̣ότε μιν Σκυθίηθεν Ἀρήϊος εἷσεν Ὀρέστης
π̣αυσάμενος στυγερῆς μητροφόνου μανίης·
νῦν δεκάτη κό̣ρη, θυγάτηρ σοφοῦ ἰητῆρος
Γλαυκίεω βο̣υλαῖς Ἀρτέμιδος Σκυθίης
Αἰγαίου πλ<ώ>σασα ῥό̣ου δυσχείμερον οἶδ<μ>α
15 ὄργια κ(αὶ) θαλί̣ην, ὡ̣ς θέμις, ἠγλάϊσεν.
vacat εὐτυχῶς. vacat
Search Help
Contact Us