Funerary inscription in iambs and elegiacs for Hestiaios
Menandrou; III: *RA 1874, pp. 113-114, ll. 5-12; Kaibel 222b;
Haussoullier, RPh 44, 1920, pp. 56-72, no. 1, ll. 4-7; Peek, GVI
I 2018; **Hellenica 11-12, pp. 484-486 (PH) (l. 12).
1 | τὸν Ἑστιαίου τῆς τραγῳδίας γραφῆ |
Εὐανδρίδαν κέκρυφ’ ὁ τυμβίτας πέτρος | |
ζήσαντα πρὸς πάντ’ εὐσεβῶς ἀνὰ πτόλιν | |
ἔτων ἀριθμὸν ὀγδοήκοντ’ ἀρτίων. | |
5 | οὐχὶ κεναῖς δόξαις ἐζηκότα τόνδε δέδεκται |
τύμβος ὅδ’ ἐκ προγόνων, ταῖς δ’ ἀπὸ τᾶς σοφίας | |
ταῖς ἀπὸ Σωκράτεω πινυταῖς μάλα τοῦ τε Πλάτωνος | |
κοὐκ Ἐπικουρήοις, ἡδονικαῖς, ἀθέοις, | |
Ἑστιαῖον τὸν φύντα πατρὸς κλεινοῖο Μενάνδ[ρου?] | |
10 | ἐσθλοτάταν βιοτᾶς ἐξανύσαντος ὁδὸν. |
κούφη γαῖα χυθεῖσ’ ὁσίως κρύπτοις σὺ τὸν ἄν[δρα?] | |
βαίνοντ’ εὐσε[βέ]ων τοὺς ἱεροὺς θαλάμου[ς.] |