Funerary inscription in elegiacs for Gorgias; 1/2: CIG
2892; *Kaibel 223; Peek, GVI I 1485; Wilhelm, GE 63-64, no. 83;
**SEG 30, 1350 (l. 1).
1 | εὔδιον εἰς μακάρων ἀνύσαντά σε τὰν ἀόρατον, | |
Γοργία εὐγήρως, ἀτρα<πι>τὸ<ν> βιότου | |
ὄλβου τηλεθάοντος ἐκοίμισεν ὕπνος ὁ λήθης, | | |
κἄντα <π>ρὸς ἑπταπόρου στᾶσέ <σ>ε <Πλη>ϊά[δος]. | |
5 | ἔξοχα δ’ αἰνήσασα θεόκτιτος ἅδε σε <γ>α<ι>α | |
φροντίδι πανδήμῳ σὸν δέμας ἐκτέρισε<ν>, | |
οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος <ἠ>δὲ φιλόπλου | | |
πρόσθε νέων ἀ<γ>έ<λ>ας ἔδρακεν ἁγεμόνα, | |
ἄλλα τ’ ἐνὶ ζωᾶ<ι> τε<λ>έσαντά σε μυρία δάμωι | | |
10 | καρ<ύξε>ι φάμα φέν<γ>ος ὑπ’ ἀ[ε]λίου, |
ἐσθ<λὸ>ν ἐν ἁμερίοισιν Ἀ<ρ>ιστέου ὑὸν ἄριστον, | | |
<δόξ>αν ἑὰν ἁ<παλ>οῖς παῖσι [λι]πόντ<α> φίλο<ις.> |