Funerary inscription in elegiacs for Aristeas Aristeou;
II/I: *4. Mil-Ber. 533-534; AA 1906, p. 38; Geffcken 225; ZPE
1971, 225-6, no. 20; Robert, Fondation Hardt 14, 206.
| 1 | οὗτος ὁ Μιλάτοιο πάτρας πρόμος, οὗτος ὁ δήμου |
| ῥυτὴρ καὶ πόλεως ἡνιοχῶν βίοτον, | |
| οὗτος ὁ πᾶσιν ἄριστος, ὁ χρυσείοισι κολοσσοῖς | |
| τιμαθείς, πάτρας δ’ ἐντὸς ἔχων κτέρεα, | |
| 5 | πατρὸς Ἀριστέου υἱὸς ὁμώνυμος, οὗ κλέος ἐσθλὸν |
| Ἀελίου χρυσέων ἄγχι βέβηκε δίφρων. |