Treaty with Olbia affirming rights to entry, participation
in cults, ateleia, and citizenship of Milesians in Olbia and
Olbians in Miletos; c. 350/c. 315 BC: *Milet I 3, 136; Syll3 286;
Tod 195; Staatsverträge III 408; Chaniotis, ZPE 64, 1986, 160
(non vidi); SEG 36, 1044; SEG 37, 982.
[ ]
Milet I 3, 136
1 | τάδε πάτρια Ὀλβιοπολίταις καὶ Μιλησ[ί]- |
οις· τὸμ Μιλήσιον ἐν Ὀλβίῃ πόλει ὡς Ὀλ- | |
βιοπολίτην θύειν ἐπὶ τῶν αὐτῶμ βω- | |
μῶν καὶ εἰς τὰ ἱερὰ τὰ αὐτὰ φοιτᾶν τὰ | |
5 | δημόσια κατὰ τὰ αὐτὰ καὶ Ὀλβιοπολί- |
τας· εἶναι δὲ καὶ ἀτελείας Μιλησίοις κα- | |
θάσσα καὶ πρότερον ἦσαν· ἐὰν δὲ θέληι | |
τιμουχιῶμ μετέχειν, ἐπὶ βουλὴν ἐπίτω | |
καὶ ἀπογραφεὶς μετεχέτω καὶ ἔστω | |
10 | ἐντελής, καθότι καὶ οἱ ἄλλοι πολῖταί |
εἰσίν· εἶναι δὲ καὶ προεδρίαγ καὶ εἰσκη- | |
ρύσσεσθαι εἰς τοὺς ἀγῶνας καὶ ἐπα- | |
ρᾶσθαι ταῖς τριακάσιγ, καθάσσα καὶ | |
ἐμ Μιλήτωι έπαρῶνται· ἐὰν δέ τι συμβό- | |
15 | λ̣αιον ᾖ τῶι Μιλησίωι ἐν Ὀλβίαι, ἰσχέτω δί- |
κηγ καὶ ὑπεχέτω ἐμ πένθ’ ἡμέραις ἐπὶ | |
τοῦ δημοτικοῦ δικαστηρίου· εἶναι δὲ | |
[ἀ]τελεῖς πάντας Μιλησίους, πλὴν̣ ὅσοι | |
ἐν ἄλλῃ πόλει πολιτεύονται καὶ ἀρχείω<μ> | |
20 | μετέχουσιγ καὶ δικαστηρίων, κατὰ ταὐ- |
τὰ δὲ καὶ Ὀλβιοπολίτας ἐμ Μιλήτωι ἀτε- | |
λεῖς εἶναι, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν | |
τρόπον Ὀλβιοπολίταις ἐμ Μιλήτωι ὑπάρ- | |
χειγ καθότι καὶ Μιλησίοις ἐν Ὀλβίῃ πόλει. |