Treaty with Gortys forbidding enslavement of Gortynians by Milesians and vice versa and including in terms Lyktos, Arkades, Ariaioi, and Hyrtaioi (?); 259/233*** BC: *Milet I 3, 140B; ICret IV Gortys no. 161; **Staatsverträge III 482II (l. 51); Herrmann ZPE 17, 1975, 127-139; SEG 29,1135.  
[ ] Milet I 3, 140B
39 Γορτυνίων.
40 ἐάν τις Μιλησίων ἐγ Γόρτυνι ἢ Γορτυνίων ἐμ Μιλήτωι
ἐφάπτηται σώματος ἢ δούλου ἢ ἐλευθέρου, ἂμ μὲν ἀνά-
γηι ὁ ἔχων πράτορι ἀξιόχρεωι ἢ εἰς πόλιν ἔνδικον, ἀποδοὺς̣
τὴν τιμὴν τὴν ἀρχα[ί]αν ἀποδότω τὸ σῶμα ὁ ἐφαψάμε-
νος· ἂν δὲ μὴ ἀνάγηι, ἀποδότω τὸ σῶμα ὁ ἔχων τῶι ἐφαψα-
45 μένωι αὐθημερόν.  ἂν δέ τι ἀντιλέγηται περὶ τοῦ σώμα-
τος περὶ οὗτινος, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς τοῦ ἐμπορίου
ἐπιμελητὰς πένθ’ ἡμερῶν, ἐγ Γόρτυνι δὲ τοὺς κόσμους ἡ-
μερῶν πέντε.  τῶν δὲ δικασθέντων τὰς πράξεις εἶναι ἐμ̣
Μιλήτωι μὲν κατὰ τὸν νόμον τὸν ἐμπορικόν, ἐγ Γόρτυνι δ[ὲ]
50 κατὰ τὸν νόμον τὸν προξενικόν, κατὰ τὰ αὐτὰ Λύκτιοι,
Ἀρκάδες, Ἀριαῖοι, Ὑρταῖοι.
Search Help
Contact Us