Honorary decree for Eudemos Thallionos, who established and
regulated administration of school; 200/199*** BC: *Milet I 3,
145; Ziebarth, Schulwesen; **Syll3 577 (ll. 29, 37); SEG 14, 742;
García Teijeiro, Fs. Sainz Rodriguez III 271-278 (non vidi); SEG
36, 1045.
[ ]
Milet I 3, 145
1 | ἔδοξε τῶι δήμωι, γνώμη συνέδρων· ἐπειδὴ Εὔδημος Θαλλί- |
ωνος αἱρούμενος εὐεργετεῖν τὸν δῆμον καὶ τῆς αὑτοῦ φιλο{τι}- | |
δοξίας {²⁶φιλοδοξίας}²⁶ εἰς τὸν ἀεὶ χρόνον μνήαν ὑπάρχειν τὴν ἀρίστην ἐπήγγελ- | |
ται δώσειν εἰς παιδείαν τῶν ἐλευθέρων παίδων ἀργυρίου τά- | |
5 | λαντα δέκα ὑπέρ τε αὑτοῦ καὶ τῶν ἀδελφῶν Μενάνδρου καὶ |
Δίωνος, ἐψηφίσθαι Μιλησίοις· ἐπῃνῆσθαι μὲν Εὔδημον τῆς {ι} | |
περὶ τὰ{υτα} κάλλιστα σπουδῆς ἕνεκεν καὶ εἶναι ἐν ἐπιμελείαι | |
παρὰ τῆι βουλῆι καὶ τῶι δήμωι· ἵνα δ’ ἡ περὶ τούτων σύνταξις | |
τυγχάνηι τῆς προσηκούσης οἰκονομίας, Εὔδημον μὲν διαγρά- | |
10 | ψαι τὸ προειρημένον πλῆθος τῶν χρημάτων τοῖς ταμίαις τῶν |
ἐγκυκλίων ἐν τοῖς τεταγμένοις κατὰ τὴν ἐπαγγελίαν χρό- | |
νοις, τοὺς δὲ ταμίας ἀποδιδόναι παραχρῆμα τοῖς ἐπὶ τῆς δημοσί- | |
ας τραπέζης αἱρουμένοις, τοὺς δὲ ὑποστησαμένους λό- | |
γον πόλεως τῶν ἐπιδοθέντων ὑπὸ Εὐδήμου χρημάτων εἰς παι- | |
15 | δείαν τῶν ἐλευθέρων παίδων ἐγγράφεσθαι τὸ διδόμενον καὶ δι- |
αφυλάσσειν, παραδιδόναι δὲ καὶ τοῖς μεθ’ αὑτοὺς αἱρεθησομέ- | |
νοις τραπεζίταις, ἕως ὁ δῆμος βουλεύσητα{τα}ι {²⁶βουλεύσηται}²⁶ περὶ τῆς ἐσομένης | |
ἀπ’ αὐτῶν προσό<δ>ου·έὰν δὲ μὴ παραδῶσιν καθότι γέγραπται, ὀφειλέ- | |
τωσαν τῶι δήμωι διπλάσια τὰ χρήματα· τοὺς δ’ ἀνατάκτας τοὺς διο[ι]- | |
20 | κοῦντας τὰς τῆς πόλεως προσόδους ἐξαιρεῖν καθ’ ἕκαστον ἔτος ἐν |
τῆι ἀνατάξει στατῆρας τριακοσίους ἀντὶ τῆς ἐσομένης ἀπὸ τῶν χρη- | |
μάτων προσόδου καὶ μερίζειν ἐν τοῖς ἀναλώμασι τῶν ταμ<ι>ῶν ἑκάσ- | |
τωι κατὰ μῆνα τὸ ἐπιβάλλον· ἐὰν δὲ μὴ ἐξέλωσιν καθότι γεγρά- | |
πται, ὀφειλέτω ἕκαστος αὐτῶν στατῆρας πεντακοσίους ἱεροὺς | |
25 | Ἑρμοῦ καὶ Μουσῶν. τοὺς δὲ βουλομένους παιδοτριβεῖν ἢ γράματα |
διδάσκειν ἀπογράφεσθαι πρὸς τοὺς καθισταμένους παιδονόμους εἰς | |
τὸν ἐπιόντα ἐνιαυτόν, εἶναι δὲ τὴν ἀπογραφὴν καθ’ ἕκαστον ἔτος ἀπὸ | |
τῆς διχομηνίας ἕως τῆς εἰκάδος τοῦ Ἀρτεμισιῶνος μηνός, τοὺς δὲ ἐκ- | |
τιθέναι τὰ ὀνόματα αὐτῶν εἰς τὴν Ἀντιόχεον στοάν· τῆι δὲ ὀγδό- | |
30 | ηι ἀνομένου τοῦ αὐτοῦ μηνός, ἐπειτὰν ἡ ἐκκλησία συναχθῆι, τίθεσ- |
θαι ἐν τῆι ὀρχήστραι τρίποδα καὶ θυμίατρον, τοὺς δὲ ἱερεῖς τόν τε | |
τοῦ Ἑρμοῦ τοῦ Ἐναγωνίου τοῦ ἐν τῆι παλαίστραι τῶν παίδων καὶ τὸν τῶν Μου- | |
σῶν καὶ τὸν ἱεροκήρυκα καὶ τοὺς κεχειροτονημένους καὶ μέλλο[ν]- | |
τας ἄρχειν παιδονόμους καὶ μέχρι μὲν ζωιῆς Εὔδημον, μετὰ δὲ ταῦτα | |
35 | τῶν ἀπὸ Εὐδήμου τὸν πρεσβύτατον ἐπιθυμιᾶσαι λιβανωτὸν τῶι τε Ἑρ- |
μ[ῆ]ι καὶ ταῖς Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτηι· τὸν δὲ ἱεροκήρυκα ἐπεύ- | |
ξα̣σθαι τοῖς ἐκκλησιάζουσιν, ὅστις χειροτονοίηι παιδοτρίβας καὶ | |
τοὺς τὰ γράμματα διδάξοντας, οὓς ἄριστα νομίζει τῶν παίδων ἐπισ- | |
τατήσειν καὶ μηδεμιᾶι φιλοτιμίαι παρὰ τὸ δίκαιον προσνέμοι τὴν | |
40 | αὑτοῦ γνώμην, ἄμεινον αὐτῶι εἶναι, ἐ[ὰ]ν δὲ μή, τοὐναντίον· μετὰ δὲ |
τοῦτο οἱ μὲν παιδονόμοι παραδότωσαν τῶι γραμματεῖ τῆς βουλῆς τὰ | |
ὀνόματα τῶν ἀπογραψαμένων· ὁ δ’ ἐπαγέτω κατὰ ἕνα· τῶν δ’ ἐπιπορευομ̣έ- | |
νων ἕκαστον ὁρκισάτωσαν οἵ τε ἱερεῖς καὶ ὁ ἱεροκῆρυξ· ὁ δὲ ὅρκος ἔστω | |
τοῖς μὲν παιδοτρίβαις ὅδε· ὀμνύω τὸν Ἑρμῆ μὴ παρακεκληκέναι μη- | |
45 | θένα Μιλησίων, ὅπως με χειροτονῆι, μηδ’ ἑτέρωι προστεταχέναι παρα- |
καλέσαι ὑπὲρ ἐμοῦ· καὶ ἐπαράσθω εὐορκοῦντι μὲν ἄμεινον εἶνα[ι], | |
ἐφιορκοῦντι δὲ τἀναντία· τοῖς δὲ γραμματοδιδασκάλοις τὰ μὲν ἄλ[λα] | |
κατὰ ταὐτά, ὀμνύτωσαν δὲ τ<ὸ>ν Ἀ<πό>λλων<α> καὶ τὰς Μούσας· χε<ι>ροτο- | |
νεῖσθαι δὲ καὶ ἀποδείκνυσθαι ἐκ τῶν ἐπελθόντων παιδοτρίβας | |
50 | τέσσαρας καὶ γραμματοδιδασκάλους τέσσαρας. τετάχθαι δὲ μισ- |
θὸν τῶμ μὲν παιδοτριβῶν ἑκάστωι μηνὸς ἑκάστου δραχμὰς τριά- | |
κοντα, τῶν δὲ γραμματοδιδασκάλων ἑκάστωι μηνὸς ἑκάστου | |
δραχμὰς τεσσεράκοντα. τὰ δὲ κατὰ τὰς ἐπιδείξεις αὐτῶν καὶ τὰ ἄ[λ]- | |
λα συντελεῖσθαι κατὰ τὸν παιδονομικὸν νόμον· ἐξεῖναι δὲ τοῖς χειροτο- | |
55 | νηθεῖσιν παιδοτρίβαις, ἐὰν ἄγοντες ἀθλητὰς ἐπί τινα τῶν στεφανι- |
τῶν ἀγώνων ἐκγδημεῖν βούλωνται, παραλυσαμένοις τοὺς παιδονό- | |
μους καὶ καταλιποῦσιν ἀνθ’ αὑτῶν τὸν ἐπιστατήσοντα τῶν παίδων | |
ἀρεστὸν τοῖς παιδονόμοις ἐκγδημεῖν. ὅπως δὲ τὸ γινόμεν<ον> ἑκάσ- | |
τοις εὐτάκτως ὑπηρετῆται, τοὺς ταμίας διδόναι τὸ τεταγμέ- | |
60 | νον τοῖς τε παιδοτρίβαις καὶ γραματοδιδασκάλοις μηνὸς ἑ- |
κάστου τῆι νουμηνίαι· ἐὰν δέ τις μὴ δῶι, ὀφειλέτω στατῆρας πεν- | |
τακοσίους ἱεροὺς Ἑρμοῦ καὶ Μουσῶν, εἶναι δὲ κατ’ αὐτῶν καὶ {πρ} | |
πρᾶξιν τοῦ μισθοῦ τοῖς παιδοτρίβαις καὶ γραμματοδιδασκάλοις | |
κατὰ τὸν ἀγορανομικὸν νόμον. τὸ δ’ ἐξαιρούμενον εἰς ταῦτα κατὰ τὴν | |
65 | ἀνάταξιν μὴ εἶναι μετενεγκεῖν εἰς ἄλλο μηθὲν τρόπωι μηθενί· ἐὰν |
δέ τις εἴπηι ἢ{ι} προθῆι ἢ ἐπιψηφίσηι ἢ μετενέγκηι ἢ τάξηι ἔλασσον τοῦ ἐκ- | |
κειμένου, ὀφειλέτω ὁ τούτων τι ποιήσας στατῆρας πεντακοσίους | |
ἱεροὺς Ἑρμοῦ καὶ Μουσῶν. τὸ δὲ λοιπὸν τοῦ ἐξαιρεθέντος εἰς ταῦτα | |
ἀφαιρουμένων {ων} τῶν μισθῶν λαμβάνοντες οἱ παιδονόμοι πεμπέτω- | |
70 | σαν τῶι Ἀπόλλωνι τῶι Διδυμεῖ βοῦν ὡς κάλλιστον ἔν τε τῷ πενθετηρι- |
κῶι τοῖς Διδυμείοις καὶ ἐν τοῖς ἀλλοις ἔτεσιν τοῖς βοηγίοις καὶ | |
πομπευέτωσαν αὐτοί τε καὶ οἱ ἐπιλεγέντες ὑπ’ αὐτῶν παῖδες | |
καὶ οἱ κεχειροτονημένοι ἐπιστάται αὐτῶν καὶ μέχρι μὲν τοῦ ζῆν | |
Εὔδημος, μετὰ δὲ ταῦθ’ ὁ πρεσβύτατος τῶν ἀπὸ Εὐδήμου γενομέ- | |
75 | νων· τὸ δὲ πεμφθὲν ἱερεῖον θύσαντες οἱ παιδονόμοι διανειμάτωσαν |
τοῖς τε παισὶν ἅπασιν καὶ τοῖς ἄλλοις, οὓς γέγραπται συμπομ- | |
πεύειν. ἀφεῖσθαι δὲ καὶ τοὺς παῖδας ἀπὸ τῶν μαθημάτων καθ’ ἕ- | |
καστον μῆνα τῆι πέμπτηι ἱσταμένου καὶ τοὺς παιδονόμους ἀνα- | |
γράφειν καὶ ταύτην ἐν ταῖς παιδιαῖς μετὰ τῶν ἄλλων ἡμερῶν, καθότ[ι] | |
80 | ἐν τῶι παιδο<νο>μικῶι νόμωι συντέτακται. ἵνα δ’ ἥ τε τοῦ δήμου προαίρε- |
σις καὶ ἡ{ι} γεγενημένη περὶ ταῦτα ὑπὸ Εὐδήμου φιλοδοξία πᾶσιν | |
ἐκφανὴς ὑπάρχηι, τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτον[ος ἐπι]- | |
μεληθῆναι, ὅπως τὸ ψήφισμα τόδε ἀναγραφῇ εἰς στήλας λι[θίνας δύο], | |
καὶ στῆσαι μίαν μὲν ἐν τῆι παιδικῆι παλαίστραι, ἐν ὧι ἂν τό[πωι ἐπι]- | |
85 | τήδειον εἶναι φαίνηται, τὴν δ’ ἑτέραν ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλωνος] |
τοῦ Δελφινίου ἐπὶ τῆς ἐξέδρας τῆς ἀνατεθείσ<η>ς ὑπὸ [Εὐδήμου] | |
τοῦ Θαλλίωνος· ὅπως δ’ ἐπὶ τῆι περὶ ταῦτα φιλοτιμ<ί>αι τιμ[ηθῆι κατα]- | |
ξίως Εὔδημος, βουλεύσασθαι τὸν δῆμον ἐν τοῖς κα[θήκουσιν] | |
χρόνοις. ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τ[ὸ ψήφισμα]. |