Decree of demos providing for payments to those giving money to city with list of donors; 205/4*** BC: *Milet I 3, 147 (PH); SEG 1, 436; **Migeotte, L’emprunt public no. 97 (l. 17).  
[ ] Milet I 3, 147
A.1 [ἔ]δοξε τῶι δήμωι· γνώμηι πρυτάνεων καὶ τῶν ἡιρημένων ἐπὶ τῆι φυλ[α]-
[κ]ῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων.  οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐ-
π̣ὶ τῆι φυλακῆι καὶ οἱ σύνεδροι εἶπαν· ὅπως τὰ ἐνλείποντα ἐν τῶι ἐνεστῶ̣-
τι ἐνιαυτῶι πορισθῆι δυνατῶς καὶ συμφερόντως τῶι δήμωι, μήτε εἰσ-
5 φορᾶς διὰ ταῦτα γενομένης ὑπὸ μηθενὸς μήτε τῶμ μισθοφόρων ἀφαι̣-
ρέσεως διὰ τὸ πεπονηκέναι τάς τε κοινὰς καὶ τὰς ἰδίας ἑκάστου προσ̣-
όδους γεγενημένης ἐπὶ πλείονα ἔτη κατὰ τὴγ χώραν ἀφορίας, ἐψηφίσ̣-
θαι Μιλησίοις· τοὺς μὲν βουλομένους τῶμ πολιτῶν ἢ πολιτίδων δοῦνα̣[ι]
τῆι πόλει δραχμὰς τρισχιλίας ἑξακοσίας ὑπὲρ αὑτῶν ἢ ὑπὲρ ἄλλων̣,
10 τὸ ἴσον ὑπὲρ ἑκάστου πλῆθος, ἀπογράφεσθαι μὲν πρὸς τὸν ὑπογραμμα̣-
τέα τῆς βουλῆς ἕως τῆς ὀγδόης ἱσταμένου τοῦ Πυανεψιῶνος μηνός,
διαγράφειν δὲ τοῖς ἐπὶ τῆς δημοσίας τραπέζης τοῦ ἐψηφισμένου πα̣-
ραχρῆμα μὲν στατῆρας ἑκατόν, τὸ δὲ λοιπὸν ἔσχατον τῆι ὀγδόη<ι> ἱστα̣-
μένου τοῦ Ἀρτεμισιῶνος τοῦ ἐπὶ Κριτοβούλου.  τὸ δὲ ἐκ τούτωμ πῖ-
15 πτον ἐγγράφεσθαι μὲν τοὺς τραπεζίτας εἰς τοὺς τῶν ταμιῶν λό-
γους, ἀποκαθιστάναι δὲ εἰς τὸν τῆς πόλεως.  ἀντὶ δὲ τοῦ δοθέντος τῶι
δήμωι λαμβάνειν παρὰ τῆς πόλεως δραχμὰς τριάκοντα κατὰ μῆν[α]
τῶν δόντων ἕκαστον, ἕως ἂν ζῆι.  δίδοσθαι δὲ τοῦτο καθ’ ἕκαστον ἔτος̣
ὑπὸ τῶν ταμιῶν, γινομένης τῆς ἐξαιρέσεως καὶ δόσεως τοῦ ἀργυ-
20 ρίου, καθότι καὶ τοῖς ἱερεῦσι καὶ νενικηκόσι τοὺς στεφανίτας ἀγῶνας
ἐν τοῖς νόμοις συντέτακται.  μὴ εἶναι δὲ τούτων μήτε ἀνατάκτηι ἀ-
φαίρεσιν ποιήσασθαι μήτε ἄλλωι μηθενὶ ἀντεισφοράν, ὡς δεῖ μὴ
ἐξαιρεῖσθαι ἢ ἔλασσον λαμβάνειν τοὺς δεδωκότας τοῦ ὡμολογη-
μένου καὶ κατακεχωρισμένου ἐν τῶιδε τῶι ψηφίσματι.  ἐὰν δέ τις εἴπηι̣
25 ἢ προθῇ ἢ ἐπιψηφίσηι ἢ ὑπογραμματεὺς ἀναγνῶι ἢ γραμματεὺς ἀναγρά̣-
ψηι, τά τε γραφθέντα ἄκυρα εἶναι καὶ ὀφείλειν ἕκαστον τῶν αἰτίων
στατῆρας χιλίους καὶ εἶναι ἄτιμον, ἕως ἂν ἐκτείσηι, καὶ μηθὲν ἧσ-
σον ἐξαιρεῖσθαι τὸ τεταγμένον ὑπὸ τῶν μετὰ ταῦτα γινομένων
ἀνατακτῶν.  εἶναι δὲ καὶ ὑπόδικον ἕκαστον τῶν αἰτίων παντὶ τῶι ἀ-
30 δικουμένωι τοῦ ἴσου πλήθ̣ους.  τὰς δὲ ὑπὲρ τούτων δίκας γράφεσ-
θαι πρὸς τοῖς εὐθύνοις ἀπρυτανεύτους, φέρειν δὲ τὸμ μισθὸν τῶι δι-
καστηρίωι τὸν ἀπενείκαντα τὴν δίκην, τὰς δὲ κρίσεις συντελεῖσ-
θαι μετὰ τὰς ἀντωμοσίας ἐν ἡμέραις πριάκοντα, τὰς δὲ προθεσ-
μίας ὑπάρχειν τὸν ἀεὶ χρόνον, τὸ δὲ ἐκ τῆς καταδίκης εἶναι τοῦ
35 τὴν δίκην γραψαμένου.  ἐὰν δὲ μὴ ἐξαιρῶσιν οἱ ἀνατάκται, ἔστωσαν
καὶ οὗτοι ὑπόδικοι καὶ τἆλλα πρόστιμα κατ’ αὐτῶν ὑπαρχέτω κα-
τὰ ταὐτά.  ἐὰν δὲ οἱ ταμίαι μὴ διδῶσιν τὸ τεταγμένον ἐν τῆι ὡρισ-
μένηι ἡμέραι, τά τε ἄλλα κατ’ αὐτῶν ὑπάρχειν κατὰ ταὐτὰ καὶ ἐνε-
χυρασίαν εἶναι κατὰ τῶμ μὴ δόντων πρὸς διπλάσιον ἐπὶ τοῦ ταμι-
40 είου.  τὰς δὲ ἐνεχυρασίας ἀναγραφέτω ὁ γραμματεὺς τῶν ταμιῶν ἐ-
πάναγκες.  τὰς δὲ λύσεις τῶν ἐνεχύρων γίνεσθαι ἐν ταῖς ἴσαις ἡμέ-
ραις, ἐν αἷς καὶ τοῖς τελώναις τοῖς ἐνεχυρασθεῖσιν ὑπὸ τῶν ταμιῶν
ἐν τῶι νόμωι συντέτακται.  μὴ εἶναι δὲ μηδὲ ἐνεχυρασίαν ποιήσασ-
θαι μηθενὶ κατὰ τοῦ ἐξαιρουμένου σιτηρεσίου τρόπωι μηθενὶ μη-
45 δὲ οἱ ἄρχοντες γραφέτωσαν, ἀλλ’ ὑπάρχειν αὐτοῖς τὰς δόσεις ἀ-
κεραίους παρὰ τοῦ δήμου καὶ κυρίας, καθότι καὶ περὶ τῶν ἱερείων
καὶ νενικηκότων τοὺς στεφανίτας ἀγῶνας ἐν τοῖς νόμοις γέγρα̣
πται.  ἐὰν δέ τινες τῶν δόντων τῆι πόλει τὸ ἐκκείμενον πλῆθος ἐγλ̣[ί]-
π̣ωσι τὸμ βίον, τοῦ μὲν δοθέντος καὶ τοῦ ἐξαιρουμένου σιτηρεσίου
50 ἀπολελύσθαι τὸν δῆμον, δίδοσθαι δὲ εἰς ταφὴν τοῖς προσήκουσιν ὑ-
πὲρ ἑκάστου δραχμὰς ἑκατὸν πεντήκοντα, ὑπηρετεῖσθαι δὲ τοῦτο
ὑπὸ τῶν ταμιῶν, ἐφ’ ὧν ἂν ἕκαστοι τελευτήσωσιν ἀπὸ τῶν εἰς τὰ κα-
τὰ ψηφίσματα ἐξειρημένων.  ἐὰν δὲ μὴ ὑπάρχῃ, ὑπηρετεῖμ μὲν
τοὺς ἀεὶ καθισταμένους τραπεζίτας, κομίζεσθαι δὲ παρὰ τῶμ μετὰ ταῦ-
55 τα ταμιῶν ἐκ τοῦ αὐτοῦ πόρου.  ἐὰν δέ τινες μὴ δῶσι πᾶν τὸ ἀργύρι-
ον ἐ̣ν̣ τῶι εἰρημένωι χρόνωι, τό τε σιτηρέσιον αὐτοῖς μὴ ἐξαιρεῖσ-
[θ]αι καὶ τὸ προδεδομένον εἶναι τῆς πόλεως.  ἄρχειν δὲ τῆς τοῦ σιτη-
[ρε]σίου δόσεως μῆνα Ταυρεῶνα τὸμ μετὰ Κριτόβουλον καὶ τοὺς ἀ-
[ν]ατάκτας καταχωρίζειν τοῦτο τὸ ἀνάλωμα πρῶτον μετὰ τὰ ἱε-
60 [ρ]ά.  ἀναγράψαι δὲ εἰς στήλην τό τε ψήφισμα τόδε καὶ τὰ ὀνόματα
τῶν δόντων ἅπαν τὸ ἀργύριον καὶ ὑπὲρ ὧν ἂν δῶσιν καὶ ἀναθεῖνα̣[ι]
εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Δελφινίου.  τῆς δὲ κατασκευῆς τῆς
στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσματος καὶ τῶν ὀνομάτων
ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος.  τὸ δὲ
65 εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσαι τοὺς εἰρημένους ἐπὶ τῆς δημοσ[ί]-
ας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποϊκὰ ἐξειρημένων.  ταῦτα δὲ εἶ-
ν̣αι εἰς φυλακὴν καὶ σωτηρίαν τῆς πόλεως.  ἔδοξε τῶι δήμωι εἰς λεύ-
[κ]ωμα ἀναγράψαι τὸ ψήφισμα.
B.69 ἔδοξε τῶι δήμωι· γνώμη πρυτάνεων καὶ τῶν ἡιρημένων ἐπὶ τῆι φυ-
70 λακῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων.  οἱ πρυτάνεις καὶ οἱ ἡιρημέ̣-
[ν]οι ἐπὶ τῆι φυλακῆι καὶ οἱ σύνεδροι εἶπαν· τὰ μὲν ἄλλα, καθότι πρότερον
ἐ̣ψήφισται· ἐὰν δέ τις ἕτερον ἀπογράψῃ ὄνομα τῶμ πολιτῶν ἢ πολιτ[ί]-
δων, δίδοσθαι αὐτῶι τὸ γινόμενον σιτηρέσιον ζώντων τῶν ἀπογεγραμ-
μένων.  ἐὰν δὲ προεγλίπῃ ὁ ἀπογράψας, λαμβανέτω τῶν ἐφεξῆς
75 χρόνων τὸ ἐξαιρούμενον ὁ ἀπογραφείς.  ἀναγράψαι δ’ εἰς τὴν στήλη̣ν̣
καὶ τόδε τὸ ψήφισμα.  ταῦτα δὲ εἶναι εἰς φυλακὴν καὶ σωτηρίαν τῆς πόλεως.
ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα.
Πόσις Φανοδίκου ὑπὲρ Φανοδίκου τοῦ Πόσιος.  Εὔβουλος Ἱεροκλείους
ὑπὲρ Ἀμφικτύονος τοῦ Εὐβούλου.  Μητρόδωρος Ἡρακλείτου ὑπὲρ Ἡρακλε[ί]-
80 του τοῦ Μητροδώρου.  Ἀθήναιος Ζωπυρίωνος ὑπὲρ Ζωπυρίωνος τοῦ Ἀθη-
ν̣αίου.  Δαμασίας Ἀριστοφῶντος ὑπὲρ Βασιλίδος τῆς Δαμασίου.  Πόρφυ-
ρ̣ος Μενεδήμου ὑπὲρ Διονυσίου τοῦ Πορφύρου.  Πραξιάναξ Σωκράτου ὑπὲ[ρ]
[Β]ιτιάδος τῆς Πραξιάνακτος.  Ἁβροτέρα Κλεοσθένου μετὰ κυρίου Ξενοθέμ̣[ι]-
ος τοῦ Λεοφῶντος ὑπὲρ Ἀθηναίου τοῦ Ἡρακλείτου.  Μητροδώρα Ἀθηναγ[ό]-
85 [ρ]ου μετὰ κυρίου Μέμνονος τοῦ Κτησίππου ὑπὲρ Ἀθηναγόρου τοῦ Μέμνονο̣[ς].
Ζωπυρίων Ἀμύκλα ὑπὲρ Εὐκτήμονος τοῦ Ζωπυρίωνος.  Μνησίθεος Ἱερο̣-
κ̣λείους ὑπὲρ Μνησιθέου τοῦ Δημητρίου.  Ἑκαταῖος Φορμίωνος ὑπὲρ Θεμισ-
τείους τοῦ Ἑκαταίου, ὑπὲρ Εἰρηνία τοῦ Εἰρηνία κατὰ ποίησιν, κατὰ φύσιν δὲ Ἑκαταίου.
Ἡ̣ρώιδης Ζήνωνος ὑπὲρ Ἑκατωνύμου τοῦ Ἐπικράτου.  Ἀρτέμων Παραμονίμου ὑπὲρ
90 Β̣ότωνος τοῦ Ἀρτέμωνος καὶ Λαμπίτου τοῦ Ἀρτέμωνος.  Ἑστιαῖος Παντα[ί]-
[ν]ου ὑπὲρ Ἀπολλωνίδου τοῦ Μέμνονος.  Ναννὼ Κλεοσθένου μετὰ κυρίου Ξενοθέμι-
[ος] τ̣οῦ Λεοφῶντος ὑπὲρ Φιλίσκου τοῦ Φιλίσκου.  Θεοτιμίδης Εὐδήμου ὑπὲρ Βα-
․αίθιος τῆς Θεοτιμίδου.  Πρώταρχος Ἀριστολόχου ὑπὲρ Φιλουμένης τῆς Ζωπ[ύ]-
[ρ]ου.  Πρωταγόρας Ἡγελόχου ὑπὲρ Ἡγελόχου τοῦ Πρωταγόρου καὶ Ἀριστοφῶντος
95 τοῦ Πρωταγόρου.  Παγώνδης Ἰατροκλείους ὑπὲρ Παγώνδου τοῦ Εὐεστίου.  Μενε̣-
κ̣ράτης Μοσχίωνος ὑπὲρ Μητροδώρας τῆς Μενεκράτου.  Σῖμος Ἀριστοφῶντος
ὑπὲρ Τιμοπόλιος τοῦ Λυγκέως κατὰ ποίησιν, κατὰ φύσιν δὲ Σίμου.
[Ἑ]στιαῖος Πανταίνου.  Ἡρώιδης Ζήνωνος.  Μολοσσὸς Νεοπτολέμου.
[Φ]ιλῖνος Μηδείου μετ’ ἐπιτρόπων Νέωνος τοῦ Μηδείου καὶ Ἐρωτίωνος
100 τοῦ Λεωκέστορος.  Πολυάλκης Δημητρίου.  Ἰφικλῆς Ἱέρωνος.  Ἀριστόδημος
Φιλίσκου.  Πελληνεὺς Προκρίτου μετ’ ἐπιτρόπου Ζευξίλεω τοῦ Προκρίτου.
Φιλουμένη Ἡραγόρου μετὰ κυρίου Ἐπικράτου τοῦ Βάτωνος.  Σέλευκος
Μ̣νησιπτολέμου.  Εὔδημος Ἀριστοκλείους.  Ἀντιφάνης Διοφάντου.  Μητρο-
δ̣ώρα Διοφάντου μετὰ κυρίου Μέμνονος τοῦ Κτησίππου.  Ἀμύντας Φιλώτου.
Search Help