Decree of demos establishing isopolity with another city
(name lost); III?: *Milet I 3, 144A (see 21).
[ ]
Milet I 3, 144A (see 21)
| 1 | [— ἵνα δὲ τὰ δόξαντα τοῖς δήμοις περὶ τῆς εἰς αὑ]- |
| [τοὺς φιλανθρωπίας διαμνημονεύηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγράψαι τὰ] | |
| [ψηφίσματα εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι] εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλ[ωνος] | |
| [τοῦ Δελφινίου. τῆς δὲ κατασκευῆς τῆς στήλης καὶ] τῆς ἀναγραφῆς τῶμ [ψηφι]- | |
| 5 | [σμάτων ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀ]ρ̣χιτέκτονος· εἰς δὲ ταῦτα |
| [ὑπηρετῆσαι τοὺς ἐπὶ τῆς δημοσίας τρα]π̣έζης [ἀπὸ τῶν εἰς τὰ τειχοπο]- | |
| [ικὰ ἐξειρημένων. ἵνα δὲ ἕκαστα γίνηται μετὰ τ]ῆ̣ς τῶν [θεῶν εὐμενείας, τὸμ] | |
| [μὲν προφήτην καὶ τὸν ταμίαν τὸμ παρεδρεύοντα ἐ]ν τῶι ἱερ[ῶι θυσίας καὶ] | |
| [προσόδους ἱερῶν ποιήσασθαι τῶι τε Ἀπόλ]λωνι τῶ[ι Διδυμεῖ καὶ τῶι Διὶ] | |
| 10 | [τῶι Σωτῆρι, τὸν δὲ στεφανηφόρον μετὰ τῶμ προ]σεταίρ[ων τῶι Ἀπόλλωνι] |
| [τῶι Δελφινίωι, ἐπευχομένους συνενεγκεῖν τὰ ἐψ]ηφισμέ[να ταῖς πόλεσιν] | |
| [ἀμφοτέραις· τοὺς δὲ πρεσβευτὰς καλέσαι] εἰς τὸ π̣[ρυτανεῖον· τῆς δὲ] | |
| [ἀποστολῆς τῶν πρεσβευτῶν ἐπιμεληθῆναι το]ὺς πρυ[τάνεις καὶ τοὺς ἡι]- | |
| [ρημένους ἐπὶ τῆι φυλακῆι]. |