Honorary decree of Apollonia ad Rhyndacum for Miletos; IIm:
*Milet I 3, 155 (PH); **Wilhelm, MDAI(A) 39, 1914, 187 (ll.
22-3); **Holleaux, Etudes II 116, note 1 (ll. 25-7).
[ ]
Milet I 3, 155
1 | vacat ὁ δῆμος ὁ Ἀπολλωνιατῶν τῶν πρὸς |
vacat τῶι Ῥυνδάκωι | |
vacat τὸν δῆμον | |
vacat τὸν Μιλησίων. | |
5 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· οἱ ἄρχοντες εἶπαν· ἐπεὶ πεμ- |
φθείσης πρεσβείας πρὸς τὸν δῆμον τὸν Μιλησίων περὶ τοῦ ἀνα- | |
νεώσασθαι τὴν ὑπάρχουσαν πρὸς αὐτὸν τῶι δήμωι ἡμῶν | |
διὰ τὴν ἀποικίαν συγγένειαν Μιλήσιοι διακούσαντες | |
τῶν πρεσβευτῶν μετὰ πάσης εὐνοίας καὶ ἐπισκεψάμενοι | |
10 | τὰς περὶ τούτων ἱστορίας καὶ τἆλλα ἔγγραφα ἀπεκρίθησαν |
τὴν πόλιν ἡμῶν ἐπὶ τῆς ἀληθείας γεγενῆσθαι ἄποικον | |
τῆς ἑαυτῶν πόλεως διαπραξαμένων τῶν προγόνων, | |
κ̣αθ’ οὓς καιροὺς ἐκπέμψαντες στράτευμα καὶ εἰς τοὺς | |
[κ]ατὰ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τόπους | |
15 | κρατήσαντες δόρατ<ι> τῶν ἐνοικούντων βαρβάρων κα- |
τώ<ι>κισαν τάς τε ἄλλας Ἑλληνίδας πόλεις καὶ τὴν ἡμετέραν κα- | |
θηγησαμένου τῆς στρατείας Ἀπόλλωνος Διδυμέως· διὸ ἀπο- | |
δεδεγμένων αὐτῶν ἐκτενῶς καὶ φιλαγάθως τόν τε δῆμον | |
ἡμῶν καὶ τοὺς πρεσβευτὰς καλῶς ἔχον ἐστὶν καὶ τῶι ἡμετέ- | |
20 | ρωι δήμωι τῶι τε Ἀπόλλωνι τῶι Διδυμεῖ ἀπονεῖμαι τὰ προσ- |
[ή]κοντα χαριστήρια, συναύξειν δὲ καὶ τὰς τῶν πατρώιων̣ | |
[θεῶ]ν τιμάς τε καὶ θυσίας, τιμῆσαι δὲ καὶ Μιλησίους ταῖς ἁρ̣- | |
[μοζο]ύσαις τιμαῖς, πένψαι δὲ καὶ πρεσβευτὰς τοὺς ἐπιτ- | |
[ελοῦντας ἐκε]ῖ πάντα τῶι δήμωι καὶ ὑποδείξοντας Μι- | |
25 | [λησίοις περὶ τῆς τοῦ δήμου] |
π̣ρὸς αὐτοὺς εὐνοίας· ἀγα- | |
[θῆι τύχηι· δεδόχθαι Ἀπολλωνιατῶν] τῶν πρ̣ὸ̣ς̣ τ̣ῶ̣ι̣ Ῥ[υν]]- | |
[δάκωι τῶι δήμωι —] | |
{²Many lines}² |