Honorary decree of Apollonia ad Rhyndacum for Miletos; IIm:
*Milet I 3, 155 (PH); **Wilhelm, MDAI(A) 39, 1914, 187 (ll.
22-3); **Holleaux, Etudes II 116, note 1 (ll. 25-7).
[ ]
Milet I 3, 155
| 1 | vacat ὁ δῆμος ὁ Ἀπολλωνιατῶν τῶν πρὸς |
| vacat τῶι Ῥυνδάκωι | |
| vacat τὸν δῆμον | |
| vacat τὸν Μιλησίων. | |
| 5 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· οἱ ἄρχοντες εἶπαν· ἐπεὶ πεμ- |
| φθείσης πρεσβείας πρὸς τὸν δῆμον τὸν Μιλησίων περὶ τοῦ ἀνα- | |
| νεώσασθαι τὴν ὑπάρχουσαν πρὸς αὐτὸν τῶι δήμωι ἡμῶν | |
| διὰ τὴν ἀποικίαν συγγένειαν Μιλήσιοι διακούσαντες | |
| τῶν πρεσβευτῶν μετὰ πάσης εὐνοίας καὶ ἐπισκεψάμενοι | |
| 10 | τὰς περὶ τούτων ἱστορίας καὶ τἆλλα ἔγγραφα ἀπεκρίθησαν |
| τὴν πόλιν ἡμῶν ἐπὶ τῆς ἀληθείας γεγενῆσθαι ἄποικον | |
| τῆς ἑαυτῶν πόλεως διαπραξαμένων τῶν προγόνων, | |
| κ̣αθ’ οὓς καιροὺς ἐκπέμψαντες στράτευμα καὶ εἰς τοὺς | |
| [κ]ατὰ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τόπους | |
| 15 | κρατήσαντες δόρατ<ι> τῶν ἐνοικούντων βαρβάρων κα- |
| τώ<ι>κισαν τάς τε ἄλλας Ἑλληνίδας πόλεις καὶ τὴν ἡμετέραν κα- | |
| θηγησαμένου τῆς στρατείας Ἀπόλλωνος Διδυμέως· διὸ ἀπο- | |
| δεδεγμένων αὐτῶν ἐκτενῶς καὶ φιλαγάθως τόν τε δῆμον | |
| ἡμῶν καὶ τοὺς πρεσβευτὰς καλῶς ἔχον ἐστὶν καὶ τῶι ἡμετέ- | |
| 20 | ρωι δήμωι τῶι τε Ἀπόλλωνι τῶι Διδυμεῖ ἀπονεῖμαι τὰ προσ- |
| [ή]κοντα χαριστήρια, συναύξειν δὲ καὶ τὰς τῶν πατρώιων̣ | |
| [θεῶ]ν τιμάς τε καὶ θυσίας, τιμῆσαι δὲ καὶ Μιλησίους ταῖς ἁρ̣- | |
| [μοζο]ύσαις τιμαῖς, πένψαι δὲ καὶ πρεσβευτὰς τοὺς ἐπιτ- | |
| [ελοῦντας ἐκε]ῖ πάντα τῶι δήμωι καὶ ὑποδείξοντας Μι- | |
| 25 | [λησίοις περὶ τῆς τοῦ δήμου] |
| π̣ρὸς αὐτοὺς εὐνοίας· ἀγα- | |
| [θῆι τύχηι· δεδόχθαι Ἀπολλωνιατῶν] τῶν πρ̣ὸ̣ς̣ τ̣ῶ̣ι̣ Ῥ[υν]]- | |
| [δάκωι τῶι δήμωι —] | |
| {²Many lines}² |