Honorary decree by synedroi and demos of Eretria for
foreign judges from Miletos; II1: *Milet I 3, 154; **NBeitr 6, 62
(ll. 28-9); **Robert, BCH 50, 1926, 484, note 2 (ll. 0-1); SEG 4,
433.
[ ]
Milet I 3, 154
| 0 | {²several lines}² |
| a | [Μιλήσιοι, ἀποδεξάμενοι τὸν πρεσβευ]- |
| 1 | [τ]ὴ̣[ν] φ̣ι̣λ̣[ο]φ̣ρόνως καὶ̣ [εὐνό]ως νο[μίζο]ν̣τ̣ε̣ς̣ κ̣α̣θ̣ῆ̣- |
| κον εἶναι ἑαυτοῖς ἐπακολουθεῖν τοῖς παρακαλου- | |
| μένοις προθύμως, κατέστησάν τε τοὺς δικασ- | |
| τὰς καὶ ἐξαπέστειλαν, ὅπως ἐπιτελεσθῆι ἡμῖν ἡ | |
| 5 | πρὸς ἀλλήλους δικαιοδοσία. ὅπως οὖν καὶ Ἐρετρι- |
| εῖς φαίνωνται εὐχάριστοι καὶ προνοούμενοι τῶν κα̣- | |
| λῶν καὶ ἀγαθῶν ἀνδρῶν, δεδόχθαι τοῖς συνέδροις | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι τὸν δῆμον τὸν Μιλησίων, ἐφ’ ἧι | |
| ἔχει εὐνοίαι πρὸς Ἐρετριεῖς καὶ ἐπὶ τῶι ἐξαποστεῖλαι | |
| 10 | τοὺς δικαστὰς ἀξίους ἑαυτοῦ τε καὶ τῆς ἡμετέρας̣ |
| πόλεως καὶ στεφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰκόνι | |
| χαλκῆι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας, ἧς ἔχων διατελεῖ | |
| πρὸς Ἐρετριεῖς. ἐπαινέσαι δὲ καὶ τοὺς δικαστὰς Μενίσ- | |
| κον Μενίσκου, Ἀπολλόδωρον Ἀπολλωνίδου [⁵¹ ․․c.7․․ ]⁵¹ | |
| 15 | [⁵¹ ․․․․c.12․․․․ ]⁵¹ Μιλησίους καὶ στεφανῶσαι αὐτῶν ἕκασ- |
| τον χρυσῶι στεφάνωι, ἐφ’ ἧι ἐποιήσαντο περὶ τὰς κρίσεις | |
| δικαιοσύνει, ἃς μὲν κρίνοντες τῶν δικῶν ἴσως καὶ δι- | |
| καίως, ἃς δὲ καὶ συλλύοντες συμφερόντως τοῖς τὰ πράγμα- | |
| τα ἔχουσιν, καὶ διότι ἐν τῆι ἐπιδημίαι καὶ ἀνασ̣τ̣ρ̣ο̣φ̣ῆι διετέ- | |
| 20 | λεσαν ἄξιοι μὲν ὑπάρχοντες τοῦ ἐξαποστείλαντος δή- |
| μου, ἄξιοι δὲ τῆς ἐγχειρισθείσης αὐτοῖς πίστεως. καλέσαι | |
| δὲ αὐτοὺς καὶ ἐπὶ θυσίαν καὶ ξένια ἐπὶ τὴγ κοινὴ̣ν ἑστίαν. εἶ- | |
| ναι δὲ αὐτοὺς καὶ προξένους τῆς πόλεως̣ τ̣[ῆς Ἐρε]τριέων | |
| καὶ αὐτοὺς καὶ ἐκγόνους καὶ εἶναι αὐτοῖς ἀσφά̣[λ]ε̣ιαν καὶ ἀ- | |
| 25 | συλίαν. ἵνα δὲ καὶ Μιλήσιοι παρακολουθήσω̣σιν τήν τε τῶν ἀν- |
| δρῶν καλοκἀγαθίαν καὶ τὰ παρ̣’ [Ἐρετριέων φι]λ̣άνθρωπα, τοὺς | |
| προβούλους, ἐπειδ̣[ὰν ὁ δῆμος κυρώσηι τόδε τὸ ψή]φισμα, συνθεῖ- | |
| ναι αὐτοῖς σφραγισ̣[αμένους τῆι δημοσίαι σφραγῖ]δ̣ι καὶ προνο- | |
| ηθῆναι, ὅπως μετ[ὰ πάσης ἀσφαλείας ἀνακομισθῶσιν εἰς] τ̣ὴν ἰδία[ν]. | |
| 30 | παρακαλεῖ τε ὁ δ̣[ῆμος ὁ Ἐρετριέων πάντας Μιλησίους ἀπο]δεξα̣- |
| μ̣έ̣ν̣[ο]υ̣ς̣ τ̣[ὰ] π̣α̣ρ̣’ [Ἐρετριέων φιλάνθρωπα ․․․․․․c.17․․․․․․․ ]φ․ | |
| {²several lines}² |