Decree of demos on cults of Apollo Didymeus, Apollo
Delphinios, and the Augusti; 1e: *Milet I 3, 134 (PH);
Sokolowski, LSAM no. 53; SEG 15, 685.
[ ]
Milet I 3, 134
1 | ψήφισμα τὸ γραφὲν ὑπὸ τοῦ ἀρχιπρυ- |
τάνιδος Τιβερίου Κλαυδίου Δαμᾶ. | |
ἔδοξε τῶι φιλοκαίσαρι δήμωι, γνώ- | |
μη ἐπιστατῶν· ἐπεὶ ὁ δῆμος ἡμῶν | |
5 | τὴν ἐκ προγόνων εἰσφερόμενος |
εὐσέβειαν εἴς τε τὸν προκαθη- | |
γεμόνα τῆς πόλεως ἡμῶν Ἀπόλ- | |
λωνα Διδυμέα καὶ εἰς τὸν Δελφεί- | |
νιον καὶ εἰς τοὺς συνκαθειδρυμέ- | |
10 | νους αὐτοῖς Σεβαστοὺς αὔξειν |
τε προαιρούμενος τὰ πρὸς τειμὴν αὐ- | |
τοῖς ἀνήκοντα διέγνω τὰ πρέποντα | |
<ἐ>ψηφίσθαι, τύχῃ ἀγαθῇ· δεδόχθαι τοὺς | |
προφήτας καὶ τοὺς στεφανηφόρους | |
15 | ἐπάναγκες ἐπιτελεῖν τὰς εὐωχίας τῶν |
τε κόσμων καὶ τῶν μολπῶν κατὰ τὰ π[ά]- | |
τρια ἔθη, καθὼς προνενομοθέτηται κ[αὶ] | |
προεψήφισται· μηδενὶ δὲ ἐξεῖναι μήτε | |
ἄρχοντι μήτε ἑτέρῳ τινὶ μεταγαγεῖν εἰς | |
20 | ἀργυρικὸν πόρον τὰς λειτουργίας ταύτα[ς] |
τρόπῳ μηδενὶ μηδὲ παρευρέσει μηδεμ[ι]- | |
ᾷ· ἐὰν δέ τις ὑπεναντίον τι πράξῃ τοῖς δι- | |
ὰ τοῦδε τοῦ ψηφίσματος ἠσφαλισμένοι[ς], | |
τὸ μὲν γενόμενον ᾥτινιοῦν τρόπῳ ὑ- | |
25 | πάρχειν ἄκυρον, τὸν δὲ ψηφισάμενον ἄρ- |
χοντα ἀσεβῆ καὶ ἄδικον ὑπάρχειν τῶν προ- | |
γεγραμμένων θεῶν καὶ ὀφείλειν αὐτὸν | |
ὡς ἐκ καταδίκης στατῆρας φʹ ἱερούς, | |
καὶ οὐδὲν ἧσσον τὸν μὴ ἐπιτελέσαντα | |
30 | προφήτην τοὺς κόσμους ἢ τὸν μὴ ποή- |
σαντα στεφανηφόρον τοὺς μολποὺς εἰσ- | |
πράσσεσθαι ἐπάναγκες τὰς προδεδηλωμέ- | |
νας εὐωχίας· ταῦτα δὲ εἶναι εἰς εὐσέβεια[ν] | |
τῶν τε θεῶν καὶ τῶν Σεβαστῶν καὶ διαμο- | |
35 | νὴν τῆς πόλεως. ἔδοξε καὶ εἰς λεύκωμ[α] |
ἀναγράψαι τὸ ψήφισμα, ὃ καὶ χαραχθῆναι | |
εἰς στήλας δύο, ὧν τὴν μὲν μίαν ἀνα- | |
σταθῆναι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος | |
τοῦ Διδυμέως, τὴν δὲ ἑτέραν ἐν τῶι | |
40 | ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δελφεινίου. |
ἐπὶ Κορίνθου μηνὸς Ποσιδεῶνος κϛʹ. |