Law of strategoi concerning cult of Asklepios; AD 14/50: 5.
Mil-Ber. 259; AA 1906, p. 191; *Milet I 7, 204; SEG 4, 425;
Sokolowski, LSAM no. 52; SEG 15, 684; SEG 16, 714.
[ ]
Milet I 7, 204
| A.1 | ἀγαθῆι τύχηι. οἱ στρατηγοὶ τῆς π<ό>λε- |
| {ε}ως {²⁶πόλεως}²⁶ Τι(βέριος) Κλαύδιος Διονυσόδωρος, Λεύκι- | |
| ος Ἰούνιος Ῥοῦφος, Τι(βέριος) Κλαύδιος Ἀπολλώ- | |
| νιος, Θεόμνηστος Θεομνήστου, Εἰσίων | |
| 5 | Ἐπιγόνου, Εὔτυχος Ἐπεράστου πω- |
| λοῦντες ἱερωσύνην Ἀσκληπιοῦ πρὸ πόλε- | |
| ως καὶ τῶν ἐντεμενίων αὐτοῦ θεῶν πάν- | |
| των, χωρὶς εἴ τι προπέπραται ὑπὸ τοῦ δή- | |
| μου, νόμον τίθενται τῇ πράσι τόνδε, ἐφ’ ᾧ | |
| 10 | ὁ πριάμενος ἱέρεω ἀπογράψει παραχρῆμα |
| πρὸς τοὺς ταμίας καὶ βασιλῖς, ὁ δὲ ἀπογρα- | |
| φὶς ἱερήσεται εἰς ἔτη πεντήκοντα, αὐτὸς | |
| ἢ οἱ διάδοχοι αὐτοῦ, τελεσθὶς Διὶ Τελεσ[ι]- | |
| ουργῶι, φορῶν ἐσθῆτα, οἵαν ἂν αυτὸς βού[λη]- | |
| 15 | [ται —] |
| B.0 | [— καὶ ἡ? ὑ]- |
| δροφόρος καὶ ὁ παραφύλαξ, ἕκαστος αὐτῶν | |
| οἶν ἄρσενα· θυέτωσα<ν> δὲ καὶ οἱ παιδονόμοι | |
| ὑπὲρ τῆς ὑγίας τῶν παίδων ἐν τῆι αὐτῆι ἡ- | |
| μέραι οἶν καὶ διδ<ό>τωσαν τῶι ἱερεῖ σπλάγχνα, | |
| 5 | νεφρόν, σκολιόν, ἱερὰν μοῖραν, γλῶσ<σ>αν, σκέλος |
| δεξιὸν εἰς κοτυληδόνα τετμημένον καὶ | |
| τὴν δορὰν καὶ τὰ λοιπὰ ἱερά· θυέτωσαν δὲ ὁ- | |
| μοίως καὶ οἱ ἀγ<ω>νοθέται καὶ ὁ στεφανηφόρος, | |
| 10 | ὁμοίως δὲ καὶ αἱ τὰ λοχῖα ἐκπορευόμεναι |
| καὶ ζωννύμεναι. ἐὰν δέ τις μὴ θύσηι ἢ θύσας | |
| μὴ δῷ τὰ ἱερὰ, ἀποτίσει τῶ ἱερεῖ δρα- | |
| χμὰς δεκαδύω. vacat. |