Decree of demos on cults of Apollo Didymeus, Apollo
Delphinios, and the Augusti; 1e: *Milet I 3, 134 (PH);
Sokolowski, LSAM no. 53; SEG 15, 685.
[ ]
Milet I 3, 134
| 1 | ψήφισμα τὸ γραφὲν ὑπὸ τοῦ ἀρχιπρυ- |
| τάνιδος Τιβερίου Κλαυδίου Δαμᾶ. | |
| ἔδοξε τῶι φιλοκαίσαρι δήμωι, γνώ- | |
| μη ἐπιστατῶν· ἐπεὶ ὁ δῆμος ἡμῶν | |
| 5 | τὴν ἐκ προγόνων εἰσφερόμενος |
| εὐσέβειαν εἴς τε τὸν προκαθη- | |
| γεμόνα τῆς πόλεως ἡμῶν Ἀπόλ- | |
| λωνα Διδυμέα καὶ εἰς τὸν Δελφεί- | |
| νιον καὶ εἰς τοὺς συνκαθειδρυμέ- | |
| 10 | νους αὐτοῖς Σεβαστοὺς αὔξειν |
| τε προαιρούμενος τὰ πρὸς τειμὴν αὐ- | |
| τοῖς ἀνήκοντα διέγνω τὰ πρέποντα | |
| <ἐ>ψηφίσθαι, τύχῃ ἀγαθῇ· δεδόχθαι τοὺς | |
| προφήτας καὶ τοὺς στεφανηφόρους | |
| 15 | ἐπάναγκες ἐπιτελεῖν τὰς εὐωχίας τῶν |
| τε κόσμων καὶ τῶν μολπῶν κατὰ τὰ π[ά]- | |
| τρια ἔθη, καθὼς προνενομοθέτηται κ[αὶ] | |
| προεψήφισται· μηδενὶ δὲ ἐξεῖναι μήτε | |
| ἄρχοντι μήτε ἑτέρῳ τινὶ μεταγαγεῖν εἰς | |
| 20 | ἀργυρικὸν πόρον τὰς λειτουργίας ταύτα[ς] |
| τρόπῳ μηδενὶ μηδὲ παρευρέσει μηδεμ[ι]- | |
| ᾷ· ἐὰν δέ τις ὑπεναντίον τι πράξῃ τοῖς δι- | |
| ὰ τοῦδε τοῦ ψηφίσματος ἠσφαλισμένοι[ς], | |
| τὸ μὲν γενόμενον ᾥτινιοῦν τρόπῳ ὑ- | |
| 25 | πάρχειν ἄκυρον, τὸν δὲ ψηφισάμενον ἄρ- |
| χοντα ἀσεβῆ καὶ ἄδικον ὑπάρχειν τῶν προ- | |
| γεγραμμένων θεῶν καὶ ὀφείλειν αὐτὸν | |
| ὡς ἐκ καταδίκης στατῆρας φʹ ἱερούς, | |
| καὶ οὐδὲν ἧσσον τὸν μὴ ἐπιτελέσαντα | |
| 30 | προφήτην τοὺς κόσμους ἢ τὸν μὴ ποή- |
| σαντα στεφανηφόρον τοὺς μολποὺς εἰσ- | |
| πράσσεσθαι ἐπάναγκες τὰς προδεδηλωμέ- | |
| νας εὐωχίας· ταῦτα δὲ εἶναι εἰς εὐσέβεια[ν] | |
| τῶν τε θεῶν καὶ τῶν Σεβαστῶν καὶ διαμο- | |
| 35 | νὴν τῆς πόλεως. ἔδοξε καὶ εἰς λεύκωμ[α] |
| ἀναγράψαι τὸ ψήφισμα, ὃ καὶ χαραχθῆναι | |
| εἰς στήλας δύο, ὧν τὴν μὲν μίαν ἀνα- | |
| σταθῆναι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος | |
| τοῦ Διδυμέως, τὴν δὲ ἑτέραν ἐν τῶι | |
| 40 | ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δελφεινίου. |
| ἐπὶ Κορίνθου μηνὸς Ποσιδεῶνος κϛʹ. |