Law of strategoi concerning cult of Asklepios; AD 14/50: 5. Mil-Ber. 259; AA 1906, p. 191; *Milet I 7, 204; SEG 4, 425; Sokolowski, LSAM no. 52; SEG 15, 684; SEG 16, 714.  
[ ] Milet I 7, 204
A.1 ἀγαθῆι τύχηι.  οἱ στρατηγοὶ τῆς π<ό>λε-
{ε}ως {²⁶πόλεως}²⁶ Τι(βέριος) Κλαύδιος Διονυσόδωρος, Λεύκι-
ος Ἰούνιος Ῥοῦφος, Τι(βέριος) Κλαύδιος Ἀπολλώ-
νιος, Θεόμνηστος Θεομνήστου, Εἰσίων
5 Ἐπιγόνου, Εὔτυχος Ἐπεράστου πω-
λοῦντες ἱερωσύνην Ἀσκληπιοῦ πρὸ πόλε-
ως καὶ τῶν ἐντεμενίων αὐτοῦ θεῶν πάν-
των, χωρὶς εἴ τι προπέπραται ὑπὸ τοῦ δή-
μου, νόμον τίθενται τῇ πράσι τόνδε, ἐφ’ ᾧ
10 ὁ πριάμενος ἱέρεω ἀπογράψει παραχρῆμα
πρὸς τοὺς ταμίας καὶ βασιλῖς, ὁ δὲ ἀπογρα-
φὶς ἱερήσεται εἰς ἔτη πεντήκοντα, αὐτὸς
ἢ οἱ διάδοχοι αὐτοῦ, τελεσθὶς Διὶ Τελεσ[ι]-
ουργῶι, φορῶν ἐσθῆτα, οἵαν ἂν αυτὸς βού[λη]-
15 [ται —]
B.0 [— καὶ ἡ? ὑ]-
δροφόρος καὶ ὁ παραφύλαξ, ἕκαστος αὐτῶν
οἶν ἄρσενα· θυέτωσα<ν> δὲ καὶ οἱ παιδονόμοι
ὑπὲρ τῆς ὑγίας τῶν παίδων ἐν τῆι αὐτῆι ἡ-
μέραι οἶν καὶ διδ<ό>τωσαν τῶι ἱερεῖ σπλάγχνα,
5 νεφρόν, σκολιόν, ἱερὰν μοῖραν, γλῶσ<σ>αν, σκέλος
δεξιὸν εἰς κοτυληδόνα τετμημένον καὶ
τὴν δορὰν καὶ τὰ λοιπὰ ἱερά· θυέτωσαν δὲ ὁ-
μοίως καὶ οἱ ἀγ<ω>νοθέται καὶ ὁ στεφανηφόρος,
10 ὁμοίως δὲ καὶ αἱ τὰ λοχῖα ἐκπορευόμεναι
καὶ ζωννύμεναι.  ἐὰν δέ τις μὴ θύσηι ἢ θύσας
μὴ δῷ τὰ ἱερὰ, ἀποτίσει τῶ ἱερεῖ δρα-
χμὰς δεκαδύω. vacat.
Search Help
Contact Us