Law of strategoi concerning cult of Asklepios; AD 14/50: 5.
Mil-Ber. 259; AA 1906, p. 191; *Milet I 7, 204; SEG 4, 425;
Sokolowski, LSAM no. 52; SEG 15, 684; SEG 16, 714.
[ ]
Milet I 7, 204
A.1 | ἀγαθῆι τύχηι. οἱ στρατηγοὶ τῆς π<ό>λε- |
{ε}ως {²⁶πόλεως}²⁶ Τι(βέριος) Κλαύδιος Διονυσόδωρος, Λεύκι- | |
ος Ἰούνιος Ῥοῦφος, Τι(βέριος) Κλαύδιος Ἀπολλώ- | |
νιος, Θεόμνηστος Θεομνήστου, Εἰσίων | |
5 | Ἐπιγόνου, Εὔτυχος Ἐπεράστου πω- |
λοῦντες ἱερωσύνην Ἀσκληπιοῦ πρὸ πόλε- | |
ως καὶ τῶν ἐντεμενίων αὐτοῦ θεῶν πάν- | |
των, χωρὶς εἴ τι προπέπραται ὑπὸ τοῦ δή- | |
μου, νόμον τίθενται τῇ πράσι τόνδε, ἐφ’ ᾧ | |
10 | ὁ πριάμενος ἱέρεω ἀπογράψει παραχρῆμα |
πρὸς τοὺς ταμίας καὶ βασιλῖς, ὁ δὲ ἀπογρα- | |
φὶς ἱερήσεται εἰς ἔτη πεντήκοντα, αὐτὸς | |
ἢ οἱ διάδοχοι αὐτοῦ, τελεσθὶς Διὶ Τελεσ[ι]- | |
ουργῶι, φορῶν ἐσθῆτα, οἵαν ἂν αυτὸς βού[λη]- | |
15 | [ται —] |
B.0 | [— καὶ ἡ? ὑ]- |
δροφόρος καὶ ὁ παραφύλαξ, ἕκαστος αὐτῶν | |
οἶν ἄρσενα· θυέτωσα<ν> δὲ καὶ οἱ παιδονόμοι | |
ὑπὲρ τῆς ὑγίας τῶν παίδων ἐν τῆι αὐτῆι ἡ- | |
μέραι οἶν καὶ διδ<ό>τωσαν τῶι ἱερεῖ σπλάγχνα, | |
5 | νεφρόν, σκολιόν, ἱερὰν μοῖραν, γλῶσ<σ>αν, σκέλος |
δεξιὸν εἰς κοτυληδόνα τετμημένον καὶ | |
τὴν δορὰν καὶ τὰ λοιπὰ ἱερά· θυέτωσαν δὲ ὁ- | |
μοίως καὶ οἱ ἀγ<ω>νοθέται καὶ ὁ στεφανηφόρος, | |
10 | ὁμοίως δὲ καὶ αἱ τὰ λοχῖα ἐκπορευόμεναι |
καὶ ζωννύμεναι. ἐὰν δέ τις μὴ θύσηι ἢ θύσας | |
μὴ δῷ τὰ ἱερὰ, ἀποτίσει τῶ ἱερεῖ δρα- | |
χμὰς δεκαδύω. vacat. |