Law concerning cult of Roman Demos and Rome; c. 130 BC: 7.
Mil-Ber. 16-18; *Milet I 7, 203 (PH, partial); SEG 4, 425, 434;
Sokolowski LSAM no. 49; SEG 15, 681; SEG 16, 713; Mellor, Thea
Rhome 135; Tuchelt, Frühe Denkmäler 186.
[ ]
Milet I 7, 203
b.1 | ἀγαθῇ τύχῃ· ὁ πριάμενος τὴν |
ἱερωσύνην τοῦ Δήμου τοῦ Ῥω- | |
μαίων καὶ τῆς Ῥώμης ἱέρεω | |
ἀπογράψει παραχρῆμα πρὸς | |
5 | τοὺς ταμίας καὶ βασιλεῖς ἄν- |
δρα μὴ νεώτερον ἐτῶν εἴκοσι· | |
ὁ δὲ ἀπογραφεὶς ἱερήσεται ἔτη | |
τρία καὶ μῆνας ὀκτὼ ἄρχοντος | |
μηνὸς Μεταγειτνιῶνος τοῦ ἐπὶ | |
10 | στεφανηφόρου Κρατίνου ἢ ἄλλον |
παρέξεται τὸν ἱερησόμενον ἀν- | |
θ’ ἑαυτοῦ κατὰ ταὐτά, τελεσθεὶς Διὶ | |
Τελεσιουργῷ καὶ λήψεται παρὰ τοῦ | |
ταμίου ἔτους ἑκάστου τοῦ μηνὸς | |
15 | τοῦ Ταυρεῶνος τῆι νουμηνίᾳ δρα- |
χμὰς ἑξακοσίας καὶ θύσει τῷ δή- | |
μῳ τῶ<ι> Ῥωμαίων καὶ τῆι Ῥώμῃ τῇ μὲν | |
νουμηνίᾳ τοῦ Ταυρεῶνος μηνὸς | |
ἱερεῖον τέλειον, τῇ δὲ ἑνδεκάτηι | |
20 | τοῦ αὐτοῦ μηνὸς θυέτωσαν οἱ εἰ- |
σιόντες εἰς τὴν ἀρχὴν γυμνασί- | |
αρχοι μετὰ τῶν ἐφήβων ἱερεῖον τέ- | |
λειον τῶι Δήμωι τῶι Ῥωμαίων καὶ | |
τῇ Ῥώμῃ· ὁμοίως δὲ καὶ οἱ ἐξιόντες | |
25 | [γ]υ̣μνασίαρχοι θυέτωσαν μετὰ |
[τῶ]ν ἑαυτῶν ἐξεφήβων ἱερεῖον [τέ]- | |
[λει]ο̣ν καὶ διδότωσαν ἑκάτερ[οι τῷ] | |
[ἱερεῖ] τ̣ὰ γέρη{ι} τὰ γεγραμμ̣[ένα ․․6․․․] | |
a.1 | καὶ εἰς τἆλλα ἀθλήματα μερίζων ἑκάσ- |
τοις τὰ καθήκοντα ἆθλα τιθεὶς καὶ εἰς ἀ- | |
νάθεσιν ἆθλα, ὅπλα πολεμιστήρια μὴ | |
ἐλάσ<σ>ω τριῶν, ἔχοντα καὶ τὴν ἐπιγραφὴν | |
5 | τοῦ ἀθλήματος, ποιούμενος τὴν ἐνδο- |
ξοτάτην περὶ τού̣τ̣ω̣ν̣ σπουδὴν ἀκολού- | |
θως τῇ τοῦ δήμο̣[υ πρὸ]ς τὸ θεῖον εὐσε- | |
βείᾳ καὶ τῇ πρὸς Ῥω[μαίο]υ̣ς εὐχαριστίᾳ· | |
συνεπιμελεῖσθαι [δὲ μετ]ὰ τοῦ ἱέρεω<ι> καὶ | |
10 | συνδιοικεῖν καὶ τοὺς γυμνασιάρχους τῶν |
νέων, ὅπως οἱ ἀγῶνες ὡς ἐπιφανέστα- | |
τοι γίνωνται· τῇ δὲ ὀγδόῃ ἀνομένου τοῦ | |
αὐτοῦ μηνὸς τιθέτω ἀγῶνα ἐν τῇ παιδι- | |
κῇ παλαίστρᾳ λανπάδος τε καὶ τῶν ἄλ- | |
15 | λων ἀθλημάτων τὴν πρέπουσαν ποιού- |
μενος ἀθλοθεσίαν· συνεπιμελεῖσθαι δὲ | |
μετὰ τούτου καὶ συνδιοικεῖν τὸν ἀγῶνα | |
τοὺς παιδονόμους· τὴν δὲ τῶν ὅπλων ἀ- | |
νάθεσιν γείνεσθαι τῶν τιθεμένων ἐν τοῖς | |
20 | Ῥωμαίοις κατὰ μὲν τὸ παρὸν ἐν τῷ γυμνασί̣- |
ῳ τῶν νέων, ἐπὰν δὲ συντελεσθῇ τὸ ἱερὸν | |
τῆς Ῥώμης, ἐν τῶι Ῥωμαίῳ· θυέτω δὲ καὶ ὁ ἱέ- | |
ρεως ἑκάστου μηνὸς τῇ νουμηνίᾳ τῷ Δή̣- | |
μῳ τῷ Ῥωμαίων καὶ τῇ Ῥώμῃ ἱερῆον τέ- | |
25 | λειον λαβὼν παρὰ τοῦ πρυτανεύοντος |
ταμίου εἰς τὴν θυσίαν δραχμὰς δέκα· τοῦ | |
δὲ Θαργηλιῶνος μηνὸς τῇ ἑβδόμῃ θυέ- | |
τω ὁ αἰσυμνήτης τῶι Δήμῳ τῷ Ῥωμαί- | |
ων καὶ τῇ Ῥώμῃ ἱερεῖον τέλειον βοϊκὸν | |
30 | καὶ διδότω{ι} γέρη τῶι ἱερεῖ τὰ διατεταγμέ- |
να, θυέτω{ι} δὲ καὶ τοῦ Μεταγειτνιῶνος | |
τῇ δωδεκάτῃ κατὰ ταὐτὰ καὶ τὰ γέρη δι- | |
δότω{ι}· ἐὰν δὲ ὁ θεὸς πρίηται τὴν αἰσυ- | |
μνητύν, θυέτωσαν οἱ προσέταιροι | |
35 | τοῦ θεοῦ ἐν ἑκατέρᾳ ἡμέρᾳ ἱερῆον τέ- |
λειον καὶ τὰ γέρη διδότωσαν τῷ ἱερεῖ | |
τὰ τεταγμένα· τοῦ δὲ μηνὸς τοῦ Βοιη- | |
[δ]ρομιῶνος τῇ ὀκτωκαιδεκάτῃ θύ- | |
[έτ]ωσαν οἱ πεντήκοντα ἄρχοντες ἱερῆ- | |
40 | [ον τέλει]ον ὑϊκὸν καὶ διδότωσαν γέρη τῷ̣ |
[ἱερεῖ τὰ τεταγμένα —] |