Law concerning cult of Roman Demos and Rome; c. 130 BC: 7.
Mil-Ber. 16-18; *Milet I 7, 203 (PH, partial); SEG 4, 425, 434;
Sokolowski LSAM no. 49; SEG 15, 681; SEG 16, 713; Mellor, Thea
Rhome 135; Tuchelt, Frühe Denkmäler 186.
[ ]
Milet I 7, 203
| b.1 | ἀγαθῇ τύχῃ· ὁ πριάμενος τὴν |
| ἱερωσύνην τοῦ Δήμου τοῦ Ῥω- | |
| μαίων καὶ τῆς Ῥώμης ἱέρεω | |
| ἀπογράψει παραχρῆμα πρὸς | |
| 5 | τοὺς ταμίας καὶ βασιλεῖς ἄν- |
| δρα μὴ νεώτερον ἐτῶν εἴκοσι· | |
| ὁ δὲ ἀπογραφεὶς ἱερήσεται ἔτη | |
| τρία καὶ μῆνας ὀκτὼ ἄρχοντος | |
| μηνὸς Μεταγειτνιῶνος τοῦ ἐπὶ | |
| 10 | στεφανηφόρου Κρατίνου ἢ ἄλλον |
| παρέξεται τὸν ἱερησόμενον ἀν- | |
| θ’ ἑαυτοῦ κατὰ ταὐτά, τελεσθεὶς Διὶ | |
| Τελεσιουργῷ καὶ λήψεται παρὰ τοῦ | |
| ταμίου ἔτους ἑκάστου τοῦ μηνὸς | |
| 15 | τοῦ Ταυρεῶνος τῆι νουμηνίᾳ δρα- |
| χμὰς ἑξακοσίας καὶ θύσει τῷ δή- | |
| μῳ τῶ<ι> Ῥωμαίων καὶ τῆι Ῥώμῃ τῇ μὲν | |
| νουμηνίᾳ τοῦ Ταυρεῶνος μηνὸς | |
| ἱερεῖον τέλειον, τῇ δὲ ἑνδεκάτηι | |
| 20 | τοῦ αὐτοῦ μηνὸς θυέτωσαν οἱ εἰ- |
| σιόντες εἰς τὴν ἀρχὴν γυμνασί- | |
| αρχοι μετὰ τῶν ἐφήβων ἱερεῖον τέ- | |
| λειον τῶι Δήμωι τῶι Ῥωμαίων καὶ | |
| τῇ Ῥώμῃ· ὁμοίως δὲ καὶ οἱ ἐξιόντες | |
| 25 | [γ]υ̣μνασίαρχοι θυέτωσαν μετὰ |
| [τῶ]ν ἑαυτῶν ἐξεφήβων ἱερεῖον [τέ]- | |
| [λει]ο̣ν καὶ διδότωσαν ἑκάτερ[οι τῷ] | |
| [ἱερεῖ] τ̣ὰ γέρη{ι} τὰ γεγραμμ̣[ένα ․․6․․․] | |
| a.1 | καὶ εἰς τἆλλα ἀθλήματα μερίζων ἑκάσ- |
| τοις τὰ καθήκοντα ἆθλα τιθεὶς καὶ εἰς ἀ- | |
| νάθεσιν ἆθλα, ὅπλα πολεμιστήρια μὴ | |
| ἐλάσ<σ>ω τριῶν, ἔχοντα καὶ τὴν ἐπιγραφὴν | |
| 5 | τοῦ ἀθλήματος, ποιούμενος τὴν ἐνδο- |
| ξοτάτην περὶ τού̣τ̣ω̣ν̣ σπουδὴν ἀκολού- | |
| θως τῇ τοῦ δήμο̣[υ πρὸ]ς τὸ θεῖον εὐσε- | |
| βείᾳ καὶ τῇ πρὸς Ῥω[μαίο]υ̣ς εὐχαριστίᾳ· | |
| συνεπιμελεῖσθαι [δὲ μετ]ὰ τοῦ ἱέρεω<ι> καὶ | |
| 10 | συνδιοικεῖν καὶ τοὺς γυμνασιάρχους τῶν |
| νέων, ὅπως οἱ ἀγῶνες ὡς ἐπιφανέστα- | |
| τοι γίνωνται· τῇ δὲ ὀγδόῃ ἀνομένου τοῦ | |
| αὐτοῦ μηνὸς τιθέτω ἀγῶνα ἐν τῇ παιδι- | |
| κῇ παλαίστρᾳ λανπάδος τε καὶ τῶν ἄλ- | |
| 15 | λων ἀθλημάτων τὴν πρέπουσαν ποιού- |
| μενος ἀθλοθεσίαν· συνεπιμελεῖσθαι δὲ | |
| μετὰ τούτου καὶ συνδιοικεῖν τὸν ἀγῶνα | |
| τοὺς παιδονόμους· τὴν δὲ τῶν ὅπλων ἀ- | |
| νάθεσιν γείνεσθαι τῶν τιθεμένων ἐν τοῖς | |
| 20 | Ῥωμαίοις κατὰ μὲν τὸ παρὸν ἐν τῷ γυμνασί̣- |
| ῳ τῶν νέων, ἐπὰν δὲ συντελεσθῇ τὸ ἱερὸν | |
| τῆς Ῥώμης, ἐν τῶι Ῥωμαίῳ· θυέτω δὲ καὶ ὁ ἱέ- | |
| ρεως ἑκάστου μηνὸς τῇ νουμηνίᾳ τῷ Δή̣- | |
| μῳ τῷ Ῥωμαίων καὶ τῇ Ῥώμῃ ἱερῆον τέ- | |
| 25 | λειον λαβὼν παρὰ τοῦ πρυτανεύοντος |
| ταμίου εἰς τὴν θυσίαν δραχμὰς δέκα· τοῦ | |
| δὲ Θαργηλιῶνος μηνὸς τῇ ἑβδόμῃ θυέ- | |
| τω ὁ αἰσυμνήτης τῶι Δήμῳ τῷ Ῥωμαί- | |
| ων καὶ τῇ Ῥώμῃ ἱερεῖον τέλειον βοϊκὸν | |
| 30 | καὶ διδότω{ι} γέρη τῶι ἱερεῖ τὰ διατεταγμέ- |
| να, θυέτω{ι} δὲ καὶ τοῦ Μεταγειτνιῶνος | |
| τῇ δωδεκάτῃ κατὰ ταὐτὰ καὶ τὰ γέρη δι- | |
| δότω{ι}· ἐὰν δὲ ὁ θεὸς πρίηται τὴν αἰσυ- | |
| μνητύν, θυέτωσαν οἱ προσέταιροι | |
| 35 | τοῦ θεοῦ ἐν ἑκατέρᾳ ἡμέρᾳ ἱερῆον τέ- |
| λειον καὶ τὰ γέρη διδότωσαν τῷ ἱερεῖ | |
| τὰ τεταγμένα· τοῦ δὲ μηνὸς τοῦ Βοιη- | |
| [δ]ρομιῶνος τῇ ὀκτωκαιδεκάτῃ θύ- | |
| [έτ]ωσαν οἱ πεντήκοντα ἄρχοντες ἱερῆ- | |
| 40 | [ον τέλει]ον ὑϊκὸν καὶ διδότωσαν γέρη τῷ̣ |
| [ἱερεῖ τὰ τεταγμένα —] |